Kalvesmaki, Joel. 2013. The Theology of Arithmetic: Number Symbolism in Platonism and Early Christianity. Hellenic Studies Series 59. Washington, DC: Center for Hellenic Studies. http://nrs.harvard.edu/urn-3:hul.ebook:CHS_KalvesmakiJ.The_Theology_of_Arithmetic.2013.
Appendix. Greek Texts
Irenaeus Revelation to Marcus
Chapter 4 above (pp. 62–80).
(1.14.1) Οὗτος <οὐν ὁ> Μάρκος μήτραν καὶ ἐκδοχεῖον τῆς Κολαρ-βάσου Σιγῆς αὐτὸν μονώτατον γεγονέναι λέγων, ἅτε Μονογενὴς ὑπάρχων, [αὐτὸ] τὸ σπέρμα τὸ κατατεθὲν εἰς αὐτὸν ὧδέ πως ἀπεκύησεν. Αὐτὴν τὴν πανυπερτάτην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων Τετράδα κατεληλυθέναι σχήματι γυναικείῳ πρὸς αὐτὸν, ἐπειδή, φησί, τὸ ἄρρεν αὐτῆς ὁ κόσμος φέρειν οὐκ ἠδύνατο, καὶ μηνῦσαι αὐτὴν, τίς ἦν, καὶ τὴν τῶν πάντων γένεσιν, ἣν οὐδενὶ πώποτε οὔτε θεῶν οὔτε ἀνθρώπων ἀπεκάλυψε, τούτῳ μονωτάτῳ διηγήσασθαι, οὕτως εἰποῦσαν· Ὅτε τὸ πρῶτον ὁ Πατὴρ <οὗ Πατὴρ> οὐδείς, ὁ ἀνεννόητος καὶ ἀνούσιος, ὁ μήτε ἄρρεν μήτε θῆλυ, ἠθέλησεν αὐτοῦ τὸ ἄρρητον ῥητὸν γενέσθαι καὶ τὸ ἀόρατον μορφωθῆναι, ἤνοιξε τὸ στόμα καὶ προήκατο Λόγον ὅμοιον αὐτῷ· ὃς παραστὰς ἐπέδειξεν αὐτῷ ὃ ἦν, αὐτὸς τοῦ ἀοράτου μορφὴ φανείς. Ἡ δὲ ἐκφώνησις τοῦ ὀνόματος ἐγένετο τοιαύτη· ἐλάλησε λόγον τὸν πρῶτον τοῦ ὀνόματος αὐτοῦ, ἥτις ἦν ἀρχή, καὶ ἦν ἡ συλλαβὴ αὐτοῦ στοιχείων τεσσάρων· ἐπισυνῆψεν τὴν δευτέραν, καὶ ἦν καὶ αὐτὴ στοιχείων τεσσάρων· ἑξῆς ἐλάλησε τὴν τρίτην, καὶ ἦν αὐτὴ στοιχείων δέκα· καὶ τὴν μετὰ ταῦτα ἐλάλησε, καὶ ἦν [καὶ] αὐτὴ στοιχείων δεκαδύο. Ἐγένετο οὖν ἡ ἐκφώνησις τοῦ ὅλου ὀνόματος στοιχείων μὲν τριάκοντα, συλλαβῶν δὲ τεσσάρων. Ἕκαστον δὲ τῶν στοιχείων ἴδια γράμματα καὶ ἴδιον χαρακτῆρα καὶ ἰδίαν ἐκφώνησιν καὶ σχήματα καὶ εἰκόνας ἔχειν· καὶ μηδὲν αὐτῶν εἶναι ὃ τὴν ἐκείνου καθορᾷ μορφὴν οὗπερ αὐτὸ στοιχεῖόν ἐστιν, ἀλλὰ οὐδὲ γινώσκειν αὐτό· οὐδὲ μὴν τὴν τοῦ πλησίου αὐτοῦ ἕκαστον ἐκφώνησιν γινώσκειν, ἀλλὰ ὃ αὐτὸ ἐκφωνεῖ, ὡς τὸ πᾶν ἐκφωνοῦν, τὸ ὅλον ἡγεῖσθαι ὀνομάζειν. Ἕκαστον γὰρ αὐτῶν, μέρος ὄν τοῦ ὅλου, τὸν ἴδιον ἦχον ὡς τὸ πᾶν ὀνομάζειν, καὶ μὴ παύσασθαι ἠχοῦντα, μέχρις ὅτου ἐπὶ τὸ ἔσχατον γράμμα τοῦ ἐσχάτου στοιχείου μονογλωσσήσαντα καταντήσαι. Τότε δὲ καὶ τὴν ἀποκατάστασιν τῶν ὅλων ἔφη γενέσθαι, ὅταν τὰ πάντα κατελθόντα εἰς τὸ ἓν γράμμα μίαν καὶ τὴν αὐτὴν ἐκφώνησιν ἠχήσῃ· ἧς ἐκφωνήσεως εἰκόνα τὸ ἀμὴν ὁμοῦ λεγόντων ἡμῶν ὑπέθετο εἶναι. Τοὺς δὲ φθόγγους ὑπάρχειν τοὺς μορφοῦντας τὸν ἀνούσιον καὶ ἀγέννητον Αἰῶνα· καὶ εἶναι τούτους μορφὰς ἃς ὁ Κύριος Ἀγγέλους εἴρηκε, τὰς διηνεκῶς βλεπούσας τὸ πρόσωπον τοῦ Πατρός.
(1.14.2) Τὰ δὲ ὀνόματα τῶν στοιχείων τὰ κοινὰ καὶ ῥητὰ Αἰῶνας καὶ λόγους καὶ ῥίζας καὶ σπέρματα καὶ πληρώματα καὶ καρποὺς ὠνόμασε· τὰ δὲ καθ’ ἕνα αὐτῶν καὶ ἑκάστου ἴδια ἐν τῷ ὀνόματι τῆς Ἐκκλησίας ἐμπεριεχόμενα νοεῖσθαι ἔφη. Ὧν στοιχείων τοῦ ἐσχάτου στοιχείου τὸ ὕστερον γράμμα φωνὴν προήκατο τὴν ἑαυτοῦ, οὗ ὁ ἦχος ἐξελθὼν κατ’ εἰκόνα τῶν στοιχείων στοιχεῖα ἴδια ἐγέννησεν, ἐξ ὧν τά τε ἐνταῦθα διακεκοσμῆσθαί φησι καὶ τὰ πρὸ τούτων γεγενῆσθαι. Τὸ μέντοι γράμμα αὐτό, οὗ ὁ ἦχος ἦν συνεπακολουθῶν τῷ ἤχῳ κάτω, ὑπὸ τῆς συλλαβῆς τῆς ἑαυτοῦ ἀνειλῆφθαι ἄνω λέγει εἰς ἀναπλήρωσιν τοῦ ὅλου, μεμενηκέναι δὲ εἰς τὰ κάτω τὸν ἦχον ὥσπερ ἔξω ῥιφέντα. Τὸ δὲ στοιχεῖον αὐτό, ἀφ’ οὗ τὸ γράμμα σὺν τῇ ἐκφωνήσει τῇ ἑαυτοῦ συγκατῆλθε κάτω, γραμ-μάτων εἶναί φησι τριάκοντα, καὶ ἓν ἕκαστον τῶν τριάκοντα γραμμάτων ἐν ἑαυτῷ ἔχειν ἕτερα γράμματα, δι’ ὧν τὸ ὄνομα τοῦ γράμματος ὀνομάζεται, καὶ αὖ πάλιν τὰ ἕτερα δι’ ἄλλων ὀνομάζεσθαι γραμμάτων, καὶ τὰ ἄλλα δι’ ἄλλων, ὡς εἰς ἄπειρον ἐκπίπτειν τὸ πλῆθος τῶν γραμμάτων. Οὕτω δ’ ἂν σαφέστερον μάθοις τὸ λεγόμενον· τὸ δέλτα στοιχεῖον γράμματα ἐν ἑαυτῷ ἔχει πέντε, αὐτό τε τὸ δέλτα καὶ τὸ ε καὶ τὸ λάμβδα καὶ τὸ ταῦ καὶ τὸ ἄλφα, καὶ ταῦτα πάλιν τὰ γράμματα δι’ ἄλλων γράφεται γραμμάτων, καὶ τὰ ἄλλα δι’ ἄλλων. Εἰ οὖν ἡ πᾶσα ὑπόστασις τοῦ δέλτα εἰς ἄπειρον ἐκπίπτει, ἀεὶ ἄλλων ἄλλα γράμματα γεννώντων καὶ διαδεχομένων ἄλληλα, πόσῳ μᾶλλον ἐκείνου τοῦ στοιχείου μεῖζον εἶναι τὸ πέλαγος τῶν γραμμάτων; Καὶ εἰ τὸ ἓν γράμμα οὕτως ἄπειρον, ὅρα ὅλου τοῦ ὀνόματος τὸν βυθὸν τῶν γραμμάτων, ἐξ ὦν τὸν Προπάτορα ἡ Μάρκου Σιγὴ συνεστάναι ἐδογμάτισε. Διὸ καὶ τὸν Πατέρα ἐπιστάμενον τὸ ἀχώρητον αὐτοῦ δεδωκέναι τοῖς στοιχείοις, ἃ καὶ Αἰῶνας καλεῖ, ἑνὶ ἑκάστῳ αὐτῶν τὴν ἰδίαν ἐκφώνησιν ἐκβοᾶν, διὰ τὸ μὴ δύνασθαι ἕνα τὸ ὅλον ἐκφωνεῖν.
(1.14.3) Ταῦτα δὲ σαφηνίσασαν αὐτῷ τὴν Τετρακτὺν εἰπεῖν· Θέλω δέ σοι καὶ αὐτὴν ἐπιδεῖξαι τὴν Ἀλήθειαν· κατήγαγον γὰρ αὐτὴν ἐκ τῶν ὕπερθεν δωμάτων, ἵν’ εἰσίδῃς αὐτὴν γυμνὴν καὶ καταμάθῃς τὸ κάλλος αὐτῆς, ἀλλὰ καὶ ἀκούσῃς αὐτῆς λαλούσης καὶ θαυμάσῃς τὸ φρόνιμον αὐτῆς. Ὅρα οὖν κεφαλὴν <αὐτῆς> ἄνω τὸ α καὶ τὸ ω, τράχηλον δὲ β καὶ ψ, ὤμους ἅμα χερσὶν γ καὶ χ, στήθη δ καὶ φ, διάφραγμα ε καὶ υ, κοιλίαν ζ καὶ τ, αἰδοῖα η καὶ σ, μηροὺς θ καὶ ρ, γόνατα ι καὶ π, κνήμας κ καὶ ο, σφυρὰ λ καὶ ξ, πόδας μ καὶ ν. Τοῦτό ἐστι τὸ σῶμα τῆς κατὰ τὸν μάγον Ἀληθείας, τοῦτο τὸ σχῆμα τοῦ στοιχείου, οὗτος ὁ χαρακτὴρ τοῦ γράμματος. Καὶ καλεῖ τὸ στοιχεῖον τοῦτο Ἄνθρωπον· εἶναί τε πηγήν φησιν αὐτὸ παντὸς λόγου καὶ ἀρχὴν πάσης φωνῆς καὶ παντὸς ἀρρήτου ῥῆσιν καὶ τῆς σιωπωμένης Σιγῆς στόμα. Καὶ τοῦτο μὲν τὸ σῶμα αὐτῆς· σὺ δὲ μετάρσιον ἐγείρας τὸ τῆς διανοίας νόημα, τὸν αὐτογεννήτορα καὶ πατροδότορα Λόγον ἀπὸ στομάτων Ἀληθείας ἄκουε.
(1.14.4) Ταῦτα δὲ ταύτης εἰπούσης, προσβλέψασαν αὐτῷ τὴν Ἀλήθειαν καὶ ἀνοίξασαν τὸ στόμα λαλῆσαι λόγον, τὸν δὲ λόγον ὄνομα γενέσθαι, καὶ τὸ ὄνομα τοῦτο εἶναι ὃ γινώσκομεν καὶ λαλοῦμεν, Χρ{ε}ιστὸν Ἰησοῦν, ὃ καὶ ὀνομάσασαν αὐτὴν παραυτίκα σιωπῆσαι. Προσδοκῶντος δὲ τοῦ Μάρκου πλεῖόν τι μέλλειν αὐτὴν λέγειν, πάλιν ἡ Τετρακτὴς παρελθοῦσα εἰς τὸ μέσον φησίν· Ὡς εὐκαταφρόνητον ἡγήσω τὸν λόγον, ὃν ἀπὸ στομάτων τῆς Ἀληθείας ἤκουσας; Οὐ τοῦθ’ ὅπερ οἶδας καὶ δοκεῖς ἔχειν παλαιόν ἐστιν ὄνομα· φωνὴν γὰρ μόνον ἔχεις αὐτοῦ, τὴν δὲ δύναμιν ἀγνοεῖς. Ἰησοῦς μὲν γάρ ἐστιν ἐπίσημον ὄνομα, ἓξ ἔχον γράμματα, ὑπὸ πάντων τῶν τῆς κλήσεως γινωσκόμενον· τὸ δὲ παρὰ τοῖς Αἰῶσι τοῦ Πληρώματος, πολυμερὲς τυγχάνον, ἄλλης ἐστὶν μορφῆς καὶ ἑτέρου τύπου, γινωσκόμενον ὑπ’ ἐκείνων τῶν συγγενῶν, ὧν τὰ Μεγέθη παρ’ αὐτῷ ἐστι διὰ παντός.
(1.14.5) Ταῦτ’ οὖν τὰ παρ’ ἡμῖν εἰκοσιτέσσαρα γράμματα ἀπορροίας ὑπάρχειν γίνωσκε τῶν τριῶν Δυνάμεων εἰκονικὰς τῶν περιεχουσῶν τὸν ὅλον τῶν ἄνω στοιχείων ἀριθμόν. Τὰ μὲν γὰρ ἄφωνα γράμματα ἐννέα νόμισον εἶναι τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας, διὰ τὸ ἀφώνους αὐτοὺς εἶναι, τουτέστιν ἀρρήτους καὶ ἀνεκλαλήτους· τὰ δὲ ἡμίφωνα, ὀκτὼ ὄντα, τοῦ Λόγου καὶ τῆς Ζωῆς, διὰ τὸ μέσα ὥσπερ ὑπάρχειν τῶν τε ἀφώνων καὶ τῶν φωνηέντων καὶ ἀναδέχεσθαι τῶν μὲν ὕπερθεν τὴν ἀπόρροιαν, τῶν δ’ ὑπ’ αὐτὰ τὴν ἀνάφοραν· τὰ δὲ φωνήεντα, καὶ αὐτὰ ἑπτὰ ὄντα, τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας, ἐπεὶ διὰ τοῦ Ἀνθρώπου ἡ φωνὴ προελθοῦσα ἐμόρφωσε τὰ ὅλα· ὁ γὰρ ἦχος τῆς φωνῆς μορφῆν αὐτοῖς περιεποίησεν. Ἔστιν οὖν ὁ μὲν Λόγος ἔχων καὶ ἡ Ζωὴ τὰ ὀκτώ, ὁ δὲ Ἄνθρωπος καὶ ἡ Ἐκκλησία τὰ ἑπτά, ὀ δὲ Πατὴρ καὶ ἡ Ἀλήθεια τὰ ἐννέα. Ἐπὶ δὲ τοῦ ὑστερήσαντος λόγου ὁ ἀφεδρασθεὶς ἐν τῷ Πατρὶ κατῆλθεν, ἐκπεμφθεὶς ἐπὶ τὸν ἀφ’ οὗ ἐχωρίσθη, ἐπὶ διορθώσει τῶν πραχθέντων, ἵνα ἡ τῶν Πληρωμάτων ἑνότης ἰσότητα ἔχουσα καρποφορῇ μίαν ἐν πάσι τὴν ἐκ πάντων Δύναμιν. Καὶ οὕτως ὁ τῶν ἑπτὰ τὴν τῶν ὀκτὼ ἐκομίσατο δύναμιν καὶ ἐγένοντο οἱ τρεῖς τόποι ὅμοιοι τοῖς ἀριθμοῖς, Ὀγδοάδες ὄντες, οἵτινες τρὶς ἐφ’ ἑαυτοὺς ἐλθόντες τὸν τῶν εἰκοσιτεσσάρων ἀνέδειξαν ἀριθμόν. Τὰ μέντοι τρία στοιχεῖα, ἅφησιν αὐτὸς τῶν τριῶν ἐν συζυγίᾳ Δυνάμεων ὑπάρχειν, ἅ ἐστιν ἓξ, ἀφ’ ὧν ἀπεῤῥύη τὰ εἰκοσιτέσσαρα στοιχεῖα, τετραπλασιασθέντα τῷ τῆς ἀῤῥήτου Τετράδος λόγῳ, τὸν αὐτὸν αὐτοῖς ἀριθμὸν ποιεῖ, ἅπερ φησὶ τοῦ ἀνονομάστου ὑπάρχειν. Φορεῖσθαι δὲ αὐτὰ ὑπὸ τῶν τριῶν Δυνάμεων, εἰς ὁμοιότητα τοῦ ἀοράτου, ὧν στοιχείων εἰκόνας εἰκόνων τὰ παρ’ ἡμῖν διπλᾶ γράμματα ὑπάρχειν, ἃ συναριθμούμενα τοῖς εἰκοσιτέσσαρσι στοιχείοις δυνάμει τῇ κατὰ ἀναλογίαν τὸν τῶν τριάκοντα ποιεῖ ἀριθμόν.
(1.14.6) Τούτου τοῦ λόγου καὶ τῆς οἰκονομίας ταύτης καρπόν φησιν ἐν ὁμοιωματι εἰκόνος πεφηνέναι ἐκεῖνον τὸν μετὰ τὰς ἓξ ἡμέρας τέταρτον ἀναβάντα εἰς τὸ ὄρος καὶ γενόμενον ἕκτον, τὸν καταβάντα καὶ κρατηθέντα ἐν τῇ Ἑβδομάδι, ἐπίσημον Ὀγδοάδα ὑπάρχοντα καὶ ἔχοντα ἐν ἑαυτῷ τὸν ἅπαντα τῶν στοιχείων ἁριθμόν, ὃν ἐφανέρωσεν, ἐλθόντος αὐτοῦ ἐπὶ τὸ βάπτισμα, ἡ τῆς περιστερᾶς κάθοδος, ἥτις ἐστὶν ω̄ καὶ ᾱ· ὁ γὰρ ἀριθμὸς αὐτῆς ἓν καὶ ὀκτακόσια. Καὶ διὰ τοῦτο Μωϋσέα ἐν τῇ ἕκτῃ ἡμέρᾳ εἰρηκέναι τὸν ἄνθρωπον γεγονέναι, καὶ τὴν οἰκονομίαν δὲ ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν, ἥτις ἐστὶν ἡ παρασκευή, <ἐν> ᾗ τὸν ἔσχατον ἄνθρωπον εἰς ἀναγέννησιν τοῦ πρώτου ἀνθρώπου πεφηνέναι, ἧς οἰκονομίας ἀρχὴν καὶ τέλος τὴν ἕκτην ὥραν εἶναι, ἐν ᾗ προσηλώθη τῷ ξύλῳ. Τὸν γὰρ τέλειον Νοῦν, ἐπιστάμενον τὸν τῶν ἓξ ἀριθμὸν δύναμιν ποιήσεως καὶ ἀναγεννήσεως ἔχοντα, φανερῶσαι τοῖς υἱοῖς τοῦ φωτὸς τὴν διὰ τοῦ φανέντος ἐπισήμου εἰς αὐτὸν ἀριθμοῦ γενομένην ἀναγέννησιν. Ἔνθεν καὶ τὰ διπλᾶ γράμματα τὸν ἀριθμὸν ἐπίσημον ἔχειν φησίν· ὁ γὰρ ἐπίσημος ἀριθμὸς συγκεκρασθεὶς τοῖς εἰκοσιτέσσαρσι στοιχείοις τὸ τριακονταγράμματον ὄνομα ἀπετέλεσεν.
(1.14.7) Κέχρηται δὲ διακόνῳ τῷ τῶν ἑπτὰ ἀριθμῶν μεγέθει, ὥς φησιν ἡ Μάρκου Σίγη, ἵνα τῆς αὐτοβουλήτου βουλῆς φανερωθῇ ὁ καρπός. Τὸν μέντοι ἐπίσημον τοῦτον ἀριθμὸν ἐπὶ τοῦ παρόντος, φησί, τὸν ἐπὶ τοῦ ἐπισήμου μορφωθέντα νόησον, τὸν ὥσπερ μερισθέντα ἢ διχοτομηθέντα καὶ ἔξω μείναντα, ὃς τῇ ἑαυτοῦ δυνάμει τε καὶ φρονήσει διὰ τῆς ἀπ’ αὐτοῦ προβολῆς τοῦτον τὸν τῶν ἑπτὰ δυνάμεων, κατὰ μίμησιν τῆς Ἑβδομάδος δυνάμεως ἐψύχωσε κόσμον καὶ ψυχὴν ἔθετο εἶναι τοῦ ὁρωμένου παντός. Κέχρηται μὲν οὖν καὶ αὐτὸς οὗτος τῷδε τῷ ἔργῳ ὡς αὐθαιρέτως ὑπ’ αὐτοῦ γενομένῳ, τὰ δὲ διακονεῖ, μιμήματα ὄντα τῶν ἀμιμήτων, τὴν Ἐνθύμησιν τῆς Μητρός. Καὶ ὁ μὲν πρῶτος οὐρανὸς φθέγγεται τὸ α, ὁ δὲ μετὰ τοῦτον τὸ ε, ὁ δὲ τρίτος τὸ η, τέταρτος δὲ καὶ μέσος τῶν ἑπτὰ τὴν τοῦ ἰῶτα δύναμιν ἐκφωνεῖ, ὁ δὲ πέμπτος τὸ ο, ἕκτος δὲ τὸ υ, ἕβδομος δὲ καὶ τέταρτος ἀπὸ τοῦ μέσου τὸ ω στοιχεῖον ἐκβοᾷ, καθὼς ἡ Μάρκου Σιγή, ἡ πολλὰ μὲν φλυαροῦσα, μηδὲν δὲ ἀληθὲς λέγουσα, διαβεβαιούται. Αἵτινες Δυνάμεις ὁμοῦ, φησί, πᾶσαι εἰς ἀλλήλας συμπλακεῖσαι ἠχοῦσι καὶ δοξάζουσιν ἐκεῖνον ὑφ’ οὗ προεβλήθησαν, ἡ δὲ δόξα τῆς ἠχῆς ἀναπέμπεται εἰς τὸν Προπάτορα. Ταύτης μέν τοι τῆς δοξολογίας τὸν ἦχον εἰς τὴν γῆν φερόμενόν φησι πλάστην γενέσθαι καὶ γεννήτορα τῶν ἐπὶ τῆς γῆς.
(1.14.8) Τὴν δὲ ἀπόδειξιν φέρει ἀπὸ τῶν ἄρτι γεννωμένων βρεφῶν, ὧν ἡ ψυχὴ ἅμα τῷ ἐκ μήτρας προελθεῖν ἐπιβοᾷ ἑνὸς ἑκάστου τῶν στοιχείων τούτων τὸν ἦχον. Καθὼς οὖν αἱ ἑπτά, φησί, Δυνάμεις δοξάζουσι τὸν Λόγον, οὕτως καὶ ἡ ψυχὴ ἐν τοῖς βρέφεσι κλαίουσα καὶ θρηνοῦσα Μάρκον δοξάζει αὐτόν. Διὰ τοῦτο δὲ καὶ τὸν Δαυὶδ εἰρηκέναι· “Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον,” καὶ πάλιν· “Οἱ οὐρανοὶ διηγούνται δόξαν Θεοῦ.” Καὶ διὰ τοῦτο ἔν τε πόνοις καὶ ταλαιπωρίαις ψυχὴ γενομένη εἰς διϋλισμὸν αὐτῆς, ἐπιφωνεῖ τὸ ω εἰς σημείον αἰνέσεως, ἵνα γνωρίσασα ἡ ἄνω ψυχὴ τὸ συγγενὲς αὐτῆς βοηθὸν αὐτῇ καταπέμψῃ.
(1.15.1) Οὕτως οὖν ἀπαγγέλλει ἡ πάνσοφος αὐτῶν Σιγὴ τὴν γένεσιν τῶν εἰκοσιτεσσάρων στοιχείων· τῇ Μονότητι συνυπάρχειν Ἑνότητα, ἐξ ὧν δύο προβολαί, καθὰ προείρηται, Μονάς τε καὶ τὸ Ἕν, δὶς δύο οὖσαι τέσσαρες ἐγένοντο· δὶς γὰρ δύο τέσσαρες. Καὶ πάλιν αἱ δύο καὶ τέσσαρες εἰς τὸ αὐτὸ συντεθεῖσαι τὸν τῶν ἓξ ἐφανέρωσαν ἀριθμόν, οὗτοι δὲ οἱ ἓξ τετραπλασιασθέντες τὰς εἰκοσιτέσσαρας ἀπεκύησαν μορφάς. Καὶ τὰ μὲν τῆς πρώτης Τετράδος ὀνόματα, ἅγια ἁγίων νοούμενα καὶ μὴ δυνάμενα λεχθῆναι, γινώσκεσθαι ὑπὸ μόνου τοῦ Υἱοῦ, ἃ ὁ Πατὴρ οἶδεν τίνα ἐστιν· τὰ δὲ σεμνῶς καὶ μετὰ πίστεως ὀνομαζόμενα παρ’ αὐτῷ ἐστι ταῦτα· Ἄρρητος καὶ Σιγή, Πατήρ τε καὶ Ἀλήθεια. Ταύτης δὲ τῆς Τετράδος ὁ σύμπας ἀριθμός ἐστι στοιχείων εἰκοσιτεσσάρων. Τὸ γὰρ Ἄρρητος ὄνομα γράμματα ἔχει ἐν ἑαυτῷ ἑπτά, ἡ δὲ Σειγὴ πέντε, καὶ ὁ Πατὴρ πέντε, καὶ ἡ Ἀλήθεια ἑπτά· ἃ συντεθέντα ἐπὶ τὸ αὐτό, τὰ δὶς πέντε καὶ δὶς ἑπτά, τὸν τῶν εἰκοσιτεσσάρων ἀριθμὸν ἀνεπλήρωσεν. Ὡσαύτως δὲ καὶ ἡ δευτέρα Τετράς, Λόγος και Ζωή, Ἄνθρωπος καὶ Ἐκκλησία, τὸν αὐτὸν ἀριθμὸν τῶν στοιχείων ἀνέδειξαν. Καὶ τὸ τοῦ Σωτῆρος δὲ ῥητὸν ὄνομα Ἰησοῦς γραμμάτων ὑπάρχει ἕξ, τὸ δὲ ἄρρητον αὐτοῦ γραμμάτων εἰκοσιτεσσάρων. Υἱὸς Χρειστὸς γραμμάτων δώδεκα, τὸ δὲ ἐν Χριστῷ ἄρρητον γραμμάτων τριάκοντα. Καὶ διὰ τοῦτό φησιν αὐτὸν α καὶ ω, ἵνα τὴν περιστερὰν μηνύσῃ, τοῦτον ἔχοντος τὸν ἀριθμὸν τούτου τοῦ ὀρνέου.
(1.15.2) Ὁ δὲ Ἰησοῦς τούτην ἔχει, φησί, τὴν ἄρρητον γένεσιν. Ἀπὸ γὰρ τῆς Μητρὸς τῶν ὅλων, τῆς πρώτης Τετράδος, ἐν θυγατρὸς τρόπῳ προῆλθεν ἡ δευτέρα Τετράς, καὶ ἐγένετο Ὀγδοάς, ἐξ ἧς προῆλθεν Δεκάς· οὕτως ἐγένετο Δεκὰς καὶ Ὀγδοάς. Ἡ οὖν Δεκὰς ἐπισυνελθοῦσα τῇ Ὀγδοάδι καὶ δεκαπλασίονα αὐτὴν ποιήσασα τὸν τῶν ὀγδοήκοντα προεβίβασεν ἀριθμόν, καὶ τὰ ὀγδοήκοντα πάλιν δεκαπλασιάσασα τὸν τῶν ὀκτακοσίων ἀριθμὸν ἐγέννησεν, ὥστε εἶναι τὸν ἅπαντα τῶν γραμμάτων ἀριθμὸν ἀπὸ Ὀγδοάδος εἰς Δεκάδα προελθόντα η̄ καὶ π̄ καὶ ω̄, ὅ ἐστιν Ἰησοῦς· τὸ γὰρ Ἰησοῦς ὄνομα κατὰ τὸν ἐν τοῖς γράμμασιν ἀριθμὸν ὀκτακόσιά ἐστιν ὀγδοήκοντα ὀκτώ. Ἔχεις σαφῶς καὶ τὴν ὑπερουράνιον τοῦ Ἰησοῦ κατ’ αὐτοὺς γένεσιν. Διὸ καὶ τὸν ἀλφάβητον τῶν Ἑλλήνων ἔχειν μονάδας ὀκτὼ καὶ δεκάδας ὀκτὼ καὶ ἑκατοντάδας ὀκτώ, τὴν τῶν ὀκτακοσίων ὀγδοήκοντα ὀκτὼ ψῆφον ἐπιδεικνύοντα, τουτέστι τὸν Ἰησοῦν, ἐκ πάντων συνεστῶτα τῶν ἀριθμῶν. Καὶ διὰ τοῦτο ἄλφα καὶ ω ὀνομάζεσθαι αὐτόν, τὴν ἐκ πάντων <αὐτοῦ> γένεσιν σημαίνοντα. Καὶ πάλιν οὕτως· τῆς πρώτης Τετράδος κατὰ πρόβασιν ἀριθμοῦ εἰς αὐτὴν συντιθεμένης, ὀ τῶν δέκα ἀνεφάνη ἀριθμός· μία γὰρ καὶ δύο καὶ τρεῖς καὶ τέσσαρες ἐπὶ τὸ αὐτὸ συντεθεῖσαι δέκα γίνονται, ὅ ἐστιν ῑ, καὶ τοῦτ’ εἶναι θέλουσι τὸν Ἰησοῦν. Ἀλλὰ καὶ ὁ Χρειστός, φησί, γραμμάτων ὀκτὼ ὤν, τὴν πρώτην Ὀγδοάδα σημαίνει, ἥτις τῷ ι συμπλακεῖσα τὸν Ἰησοῦν ἀπεκύησε. Λέγεται δέ, φησί, καὶ Υἱὸς Χρειστὸς, τουτέστιν ἡ Δωδεκάς· τὸ γὰρ Υἱὸς ὄνομα γραμμάτων ἐστὶ τεσσάρων, τὸ δὲ Χρειστὸς ὀκτώ, ἅτινα συντεθέντα τὸ τῆς Δωδεκάδος ἐπέδειξαν μέγεθος. Πρὶν μὲν οὖν, φησί, τούτου τοῦ ὀνόματος τὸ ἐπίσημον φανῆναι, τουτέστιν τὸν Ἰησοῦν, τοῖς υἱοῖς, ἐν ἀγνοίᾳ πολλῇ ὑπῆρχον οἱ ἄνθρωποι καὶ πλάνῃ· ὅτε δὲ ἐφανερώθη τὸ ἑξαγράμματον ὄνομα, ὃ σάρκα περιεβάλετο, ἵνα εἰς τὴν αἴσθησιν τοῦ ἀνθρώπου κατέλθῃ, ἔχον ἐν ἑαυτῷ αὐτὰ τὰ ἓξ καὶ τὰ εἰκοσιτέσσαρα, τότε γνόντες αὐτὸ ἐπαύσαντο τῆς ἀγνοίας, ἐκ θανάτου δὲ εἰς ζωὴν ἀνῆλθον, τοῦ ὀνόματος αὐτοῖς ὁδοῦ γενηθέντος πρὸς τὸν Πατέρα τῆς Ἀληθείας. Τεθεληκέναι γὰρ τὸν Πατέρα τῶν ὅλων λῦσαι τὴν ἄγνοιαν καὶ καθελεῖν τὸν θάνατον. Ἀγνοίας δὲ λύσις ἡ ἐπίγνωσις αὐτοῦ ἐγίνετο. Καὶ διὰ τοῦτο ἐκλεχθῆναι κατὰ τὸ θέλημα αὐτοῦ τὸν κατ’ εἰκόνα τῆς ἄνω Δυνάμεως οἰκονομηθέντα ἄνθρωπον.
(1.15.3) Ἀπὸ Τετράδος γὰρ προῆλθον οἱ Αἰῶνες. Ἦν δὲ ἐν τῇ Τετράδι Ἄνθρωπος καὶ [ἡ] Ἐκκλησία, Λόγος καὶ Ζωή. Ἀπὸ τούτων οὖν δυνάμεις, φησίν, ἀπορρυεῖσαι ἐγενεσιούργησαν τὸν ἐπὶ γῆς φανέντα Ἰησοῦν. Καὶ τοῦ μὲν Λόγου ἀναπεπληρωκέναι τὸν τόπον τὸν ἄγγελον Γαβριήλ, τῆς δὲ Ζωῆς τὸ ἅγιον Πνεῦμα, τοῦ δὲ Ἀνθρώπου τὴν τοῦ Ὑψίστου δύναμιν· τὸν δὲ τῆς Ἐκκλησίας τόπον ἡ Παρθένος ἐπέδειξεν. Οὕτως τε ὁ κατ’ οἰκονομίαν διὰ τῆς Μαρίας γενεσιουργεῖται παρ’ αὐτῷ ἄνθρωπος, ὃν ὁ Πατὴρ τῶν ὅλων διελθόντα διὰ μήτρας ἐξελέξατο διὰ Λόγου εἰς ἐπίγνωσιν αὐτοῦ. Ἐλθόντος δὲ αὐτοῦ εἰς τὸ ὕδωρ, κατελθεῖν εἰς αὐτὸν ὡς περιστερὰν τὸν ἀναδραμόντα ἄνω καὶ πληρώσαντα τὸν δωδέκατον ἀριθμόν, ἐν ᾧ ὑπάρχει τὸ σπέρμα τούτων τῶν συσπαρέντων αὐτῷ καὶ συγκαταβάντων καὶ συναναβάντων. Αὐτὴν δὲ τὴν δύναμιν τὴν κατελθοῦσαν σπέρμα φησὶν εἶναι τοῦ Πατρός, ἔχον ἐν ἑαυτῷ καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν τήν τε διὰ τούτων γινωσκομένην ἀνονόμαστον δύναμιν τῆς Σιγῆς καὶ τοὺς ἅπαντας Αἰῶνας. Καὶ τοῦτ’ εἶναι τὸ Πνεῦμα τὸ λαλῆσαν διὰ τοῦ στόματος τοῦ Ἰησοῦ, τὸ ὁμολογῆσαν ἑαυτὸ Υἱὸν Ἀνθρώπου καὶ φανερῶσαν τὸν Πατέρα, κατελθὸν μὲν εἰς τὸν Ἰησοῦν, ἑνωθὲν δ’ αὐτῷ. Καὶ καθεῖλε μὲν τὸν θάνατον, φησίν, ὁ ἐκ τῆς οἰκονομίας Σωτήρ, ἐγνώρισε δὲ τὸν Πατέρα Χριστόν. Εἶναι οὖν τὸν Ἰησοῦν ὄνομα μὲν τοῦ ἐκ τῆς οἰκονομίας ἀνθρώπου λέγει, τεθεῖσθαι δὲ εἰς ἐξομοίωσιν καὶ μόρφωσιν τοῦ μέλλοντος εἰς αὐτὸν κατέρχεσθαι Ἀνθρώπου, ὃν χωρήσαντα ἐσχηκέναι αὐτὸν αὐτόν τε τὸν Ἄνθρωπον αὐτόν τε τὸν Λόγον καὶ τὸν Πατέρα καὶ τὸν Ἄρρητον καὶ τὴν Σιγὴν καὶ τὴν Ἀλήθειαν καὶ Ἐκκλησίαν καὶ Ζωήν.
(1.16.1) Τὴν οὖν γένεσιν τῶν Αἰώνων αὐτῶν καὶ τὴν πλάνην τοῦ προβάτου καὶ ἀνεύρεσιν, ἑνώσαντες ἐπὶ τὸ αὐτό, μυστικώτερον ἐπι-χειροῦσιν ἀπαγγέλλειν οὗτοι οἱ εἰς ἀπιθμοὺς τὰ πάντα κατάγοντες, ἐκ μονάδος καὶ δυάδος φάσκοντες τὰ ὅλα συνεστηκέναι. Καὶ ἀπὸ μονάδος ἕως τῶν τεσσάρων ἀριθμοῦντες οὕτω γεννῶσι τὴν Δεκάδα· μία γὰρ καὶ δύο καὶ τρεῖς καὶ τέσσαρες συντεθεῖσαι ἐπὶ τὸ αὐτὸ τὸν τῶν δέκα Αἰώνων ἀπεκύησαν ἀριθμόν. Πάλιν δ’ αὖ ἡ δυὰς ἀπ’ αὐτῆς προελθοῦσα ἕως τοῦ ἐπισήμου, οἷον δύο καὶ τέσσαρες καὶ ἓξ, τὴν Δωδεκάδα ἐπέδειξεν. Καὶ πάλιν ἀπὸ τῆς δυάδος ὁμοίως ἀριθμούντων ἡμῶν ἕως τῶν δέκα, ἡ Τριακοντὰς ἀνεδείχθη, ἐν ᾗ Ὀγδοὰς καὶ Δεκὰς καὶ Δωδεκάς. Τὴν οὖν Δωδεκάδα, διὰ τὸ [ἐπίσημον] ἐσχηκέναι συνεπακολουθῆσαν αὐτῇ τὸ ἐπίσημον, πάθος λέγουσι. Καὶ διὰ τοῦτο, περὶ τὸν δωδέκατον ἀριθμὸν τοῦ σφάλματος γενομένου, τὸ πρόβατον ἀποσκιρτῆσαν πεπλανῆσθαι, ἐπειδὴ τὴν ἀπόστασιν ἀπὸ Δωδεκάδος γεγενῆσθαι φάσκουσι. Τῷ αὐτῷ τρόπῳ καὶ ἀπὸ τῆς Δωδεκάδος ἀποστᾶσαν μίαν Δύναμιν ἀπολωλέναι μαντεύονται, καὶ ταύτην εἶναι τὴν γυναῖκα τὴν ἀπολέσασαν τὴν δραχμὴν καὶ ἅψασαν λύχνον καὶ εὑροῦσαν αὐτὴν· Οὕτως οὖν καὶ τοὺς ἀριθμοὺς τοὺς καταλειφθέντας, ἐπὶ μὲν τῆς δραχμῆς τοὺς ἐννέα, ἐπὶ δὲ τοῦ προβάτου τοὺς ἕνδεκα, ἐπιπλεκομένους ἀλλήλοις τὸν τῶν ἐνενήκοντα ἐννέα τίκτειν ἀριθμόν, ἐπεὶ ἐννάκις τὰ ἕνδεκα ἐνενήκοντα ἐννέα γίνεται. Διὸ καὶ τὸ ἀμὴν τοῦτον λέγουσιν ἔχειν τὸν ἀριθμόν.
(1.16.2) Οὐκ ὀκνήσω δέ σοι καὶ ἄλλως ἐξηγουμένων αὐτῶν ἀπαγ-γεῖλαι, ἵνα πανταχόθεν κατανοήσῃς τὸν καρπὸν αὐτῶν. τὸ γὰρ στοιχεῖον τὸ η σὺν μὲν τῷ ἐπισήμῳ Ὀγδοάδα εἶναι θέλουσιν, ἀπὸ τοῦ ἄλφα ὀγδόῳ κείμενον τόπῳ· εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων καὶ ἐπισυνθέντες μέχρι τοῦ ἦτα, τὴν Τριακοντάδα ἐπιδεικνύουσιν. Ἀρξάμενος γάρ τις ἀπὸ τοῦ ἄλφα καὶ τελευτῶν εἰς τὸ ἦτα τῷ ἀριθμῷ τῶν στοιχείων, ὑφεξαιρούμενος δὲ τὸ ἐπίσημον καὶ ἐπισυντιθεὶς τὴν ἐπαύξησιν τῶν γραμμάτων, εὑρήσει τὸν τῶν τριάκοντα ἀριθμόν. Μέχρι γὰρ τοῦ ε στοιχείου πεντεκαίδεκα γίνονται· ἔπειτα προστεθεὶς αὐτοῖς ὁ τῶν ἑπτὰ ἀριθμὸς β̅ καὶ κ̅ ἀπετέλεσε· προσελθὸν δὲ τούτοις τὸ η, ὅ ἐστιν ὀκτώ, τὴν θαυμασιωτάτην Τριακοντάδα ἀνεπλήρωσεν. Καὶ ἐντεῦθεν ἀποδεικνύουσι τὴν Ὀγδοάδα Μητέρα τῶν τριάκοντα Αἰώνων. Ἐπεὶ οὖν ἐκ τριῶν δυνάμεων ἥνωται ὁ τῶν τριάκοντα ἀριθμός, τρὶς αὐτὸς γενόμενος τὰ ἐνενήκοντα ἐποίησε· τρὶς γὰρ τριάκοντα ἐνενήκοντα. Καὶ αὐτὴ δὲ ἡ τριὰς ἐφ’ ἑαυτῆν συντεθεῖσα ἐννέα ἐγέννησεν. Οὕτως τε ἡ Ὀγδοὰς τὸν τῶν ἐνενήκοντα ἐννέα παρ’ αὐτοῖς ἀπεκύησεν ἀριθμόν. καὶ ἐπεὶ ὁ δωδέκατος Αἰὼν ἀποστὰς κατέλειψε τοὺς ἄνω ἕνδεκα, καταλλήλως λέγουσι τὸν τύπον τῶν γραμμάτων τῷ σχήματι τοῦ Λόγου κεῖται· ἑνδέκατον γὰρ τῶν γραμμάτων εἶναι τὸ λ, ὅ ἐστιν ἀριθμὸς τῶν τριάκοντα, καὶ κατ’ εἰκόνα κεῖσθαι τῆς ἄνω οἰκονομίας, ἐπειδὴ ἀπὸ τοῦ ἄλφα, χωρὶς τοῦ ἐπισήμου, αὐτῶν τῶν γραμμάτων ὁ ἀριθμὸς ἕως τοῦ λ συντιθέμενος κατὰ τὴν παραύξησιν τῶν γραμμάτων σὺν αὐτῷ τῷ λ τὸν τῶν ἐνενήκοντα ἐννέα ποιεῖται ἀριθμόν. Ὅτι δὲ τὸ λ ἑνδέκατον ὂν τῇ τάξει ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ κατῆλθεν ζήτησιν, ἵνα ἀναπληρώσῃ τὸν δωδέκατον ἀριθμόν, καὶ εὑρὸν αὐτὸ ἐπληρώθη, φανερὸν εἶναι ἐξ αὐτοῦ τοῦ σχήματος τοῦ στοιχείου. Τὸ γὰρ λ, ὥσπερ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ ζήτησιν παραγενόμενον καὶ εὑρὸν καὶ εἰς ἑαυτὸ ἁρπάσαν αὐτό, τὴν τοῦ δωδεκάτου ἀνεπλήρωσεν χώραν, τοῦ Μ στοιχείου ἐκ δύο Λ συγκειμένου. Διὸ καὶ φεύγειν αὐτοὺς διὰ τῆς γνώσεως τὴν τῶν ἐνενήκοντα ἐννέα χώραν, τουτέστιν τὸ ὑστέρημα, τύπον ἀριστερᾶς χειρός, μεταδιώκειν δὲ τὸ ἕν, ὃ προστεθὲν τοῖς ἐνενήκοντα ἐννέα εἰς τὴν δεξιὰν αὐτοὺς χεῖρα μετέστησεν.
Proclus Commentary on the “Timaeus,” Testimony 6
Chapter 8 above (pp. 159–161):
Θεόδωρος δὲ ὁ ἐκ τῆς Ἀσίνης φιλόσοφος, τῶν Νουμηνείων λόγων ἐμφορηθείς, καινοπρεπέστερον τοὺς περὶ τῆς ψυχογονίας διέθηκε λόγους, ἀπὸ τῶν γραμμάτων καὶ τῶν χαρακτήρων καὶ τῶν ἀριθμῶν ποιούμενος τὰς ἐπιβολάς. ἵνα οὖν καὶ τὰ τούτῳ δοκοῦντα συντόμως ἔχωμεν ἀναγεγραμμένα, φέρε, καθ’ ἕκαστον ὧν λέγει, ποιησώμεθα σύνοψιν ἐν κεφαλαίοις.
τὸ μὲν οὖν πρῶτον ἄρρητον αὐτῷ καὶ ἀνεκλάλητον καὶ πηγὴ τῶν πάντων καὶ τῆς ἀγαθότητος αἴτιον καλῶς ἀνύμνηται. μετὰ δὲ τοῦτο ⟨τὸ⟩ οὕτως ἐξῃρημένον τῶν ὅλων τριάς ἐστιν ἡ τὸ νοητὸν αὐτῷ πλάτος ὁρίζουσα, ἣν καλεῖ τὸ ἕν, ἔκ τε τοῦ ἄσθματος οὖσαν τοῦ ἀρρήτου πως ὄντος, ὃ μιμεῖται ἡ δασεῖα τοῦ ἕν, καὶ ἐκ τῆς ἁψῖδος αὐτοῦ τοῦ ε̄ μόνου, χωρὶς τοῦ συμφώνου, καὶ αὐτοῦ ἤδη τοῦ ν̄. ἄλλη δὲ μετὰ ταύτην τριὰς ὁρίζει τὸ νοερὸν βάθος καὶ ἄλλη τὸ δημιουργικόν· ἣ μὲν γάρ ἐστι τὸ εἶναι πρὸ τοῦ ὄντος, τὸ νοεῖν πρὸ τοῦ νοῦ, τὸ ζῆν πρὸ τῆς ζωῆς. ἡ δὲ δημιουργικὴ τριὰς μετὰ ταύτας ἐστί, πρῶτον μὲν ἔχουσα τὸ ὄν, δεύτερον δὲ τὸν νοῦν, τρίτον δὲ τὴν πηγὴν τῶν ψυχῶν,
ἀπὸ δὲ ταύτης τῆς τριάδος ἄλλη τριάς, ἡ αὐτοψυχὴ καὶ ἡ καθόλου καὶ ἡ τοῦ παντός, περὶ ὧν τῆς διαιρέσεως καὶ ἔμπροσθεν εἴπομεν, ὧν ἑκάστη προῆλθε μὲν ἀπὸ πάσης τῆς δημιουργικῆς τριάδος, ἀλλὰ μᾶλλον ἣ μὲν ἀπὸ τοῦ ὄντος, ἣ δὲ ἀπὸ τοῦ νοῦ, ἣ δὲ ἀπὸ τῆς πηγαίας ψυχῆς. περὶ δὴ ταύτης τῆς τοῦ παντὸς ψυχῆς τῷ Πλάτωνι προκεῖσθαι λέγειν, μᾶλλον δὲ περὶ τῆς ἁπλῶς ψυχῆς τῆς ἀπὸ τῆς πηγῆς τῶν ψυχῶν καὶ περὶ τῆς καθόλου καὶ τῆς τοῦ παντὸς καὶ περὶ αὐτῆς τῆς πηγῆς· εἶναι γὰρ πάντα ἐν πᾶσιν, εἰ καὶ ὅπου μὲν ἄλλως, ὅπου δὲ ἄλλως,
καὶ ἐν μὲν τῇ πρὸ τῆς τριάδος ψυχῇ καθ’ ἕνωσιν,
ἐν δὲ τῇ ἁπλῶς καθ’ ὁλότητα τὴν πρὸ τῶν μερῶν,
ἐν δὲ τῇ καθόλου κατὰ τὴν ἐκ τῶν μερῶν ὁλότητα,
καὶ ἐν τῇ τρίτῃ κατὰ τὴν ἐν τοῖς μέρεσιν,
ἐν δὲ τῇ ἁπλῶς καθ’ ὁλότητα τὴν πρὸ τῶν μερῶν,
ἐν δὲ τῇ καθόλου κατὰ τὴν ἐκ τῶν μερῶν ὁλότητα,
καὶ ἐν τῇ τρίτῃ κατὰ τὴν ἐν τοῖς μέρεσιν,
ὡς τοῦ Πλάτωνος περὶ πασῶν διαταττομένου τούτων καὶ δέοντος εἰς πάσας ἀνάγειν τοὺς λόγους ἅπαντας, μηδὲ τὴν διαφορὰν αὐτῶν παριέντας.
καὶ πρῶτον δι’ ἣν αἰτίαν ἐκ τριῶν ἐστι μεσοτήτων, οἴεται δεῖν λέγειν. καὶ δὴ καί φησιν, ὅτι τὸ μὲν ὅλον γεωμετρικός ἐστιν ἡ ψυχὴ λόγος, ὑποστὰς ἔκ τε τοῦ πρώτου θεοῦ τοῦ κατὰ τὸ ὂν καὶ τοῦ δευτέρου τοῦ κατὰ τὸν νοῦν· αὗται γὰρ αἱ δύο οὐσίαι, ἡ ἀμέριστος καὶ ἡ μεριστή· τελοῦσι δὲ εἰς αὐτὸν ὅ τε ἀριθμητικὸς λόγος εἰκόνα φέρων τῆς πρώτης οὐσίας καὶ ὁ ἁρμονικὸς τῆς δευτέρας· ὃ μὲν γάρ ἐστι μοναδικός, ἀδιάστατος ὤν, ὃ δὲ διεστὼς μέν, ἀλλὰ ἁρμονικῶς.
ἔπειθ’, ὅτι ἀπὸ μὲν τῆς τετράδος τῶν στοιχείων δείκνυται οὖσα τετράς, καὶ ὁ σύμπας ἀριθμὸς γεωμετρικὸς ἂν εἴη τις ἀριθμός. ἵνα δὲ μὴ ἄζων τοῦτον ὑπολάβῃς τὸν ἀριθμόν, ἐν τοῖς ἄκροις γράμμασιν εὑρήσεις τὸ ζῆν, ἀντὶ τῆς τρίτης ἑπτάδος τὴν πρώτην λαβών.
μᾶλλον δὲ ἐκθέμενος τοὺς πυθμένας τοῦ πρώτου γράμματος ἐφεξῆς αὐτῷ ζωὴν νοερὰν οὖσαν θεάσῃ τὴν ψυχήν· οἷον ζ̄ ο̄ ψ̄· μέσος δὲ ὁ κύκλος, ὁ νοερὸς ὤν, ὅτι νοῦς αἴτιος τῆς ψυχῆς. καὶ ὁ μὲν ἐλάχιστος γεωμετρικὸν αὐτὴν ἀποφαίνει τινὰ νοῦν διὰ τῆς τῶν παραλλήλων συναφῆς καὶ τῆς διαμετρικῆς εὐθείας, ἄνω τε μένοντα καὶ ἐπὶ τἀναντία χωροῦντα καὶ ἀπλαγίαστον ἅμα καὶ πεπλαγιασμένον ζωῆς εἶδος ἐπιδεικνύμενον. ὁ δὲ μέγιστος στοιχεῖόν ἐστι σφαίρας· κατακαμφθεῖσαι γοῦν αἱ γραμμαὶ τὴν σφαῖραν ποιήσουσιν. ἐπὶ δὲ τούτῳ τοῦ ἑξῆς γράμματος οἱ πυθμένες, δ̄ μ̄ ῡ, τρεῖς τε ὄντες πάλιν καὶ τετραδικοὶ καὶ διὰ τοῦτο τὸν δώδεκα γεννῶντες, τὰς δώδεκα σφαίρας ἀποτελοῦσι τοῦ παντός. αὐτὸς δὲ ὁ μέγιστος τῶν πυθμένων δείκνυσι τὴν οὐσίαν αὐτῆς δυοῖν τινων ὀρεγομένην καὶ πρὸς δύο πράγματα ἀνατεινομένην· διὸ καὶ τοῦτο τὸ γράμμα τινὲς καλοῦσι φιλόσοφον· *** αὐτὴν δὲ εἰς τὸ κάτω ῥυεῖσαν ἀμφοτέρων. οὕτω γοῦν εὕρομεν αὐτὸ καὶ ἡμεῖς τὸ ῡ παρά τισι τῶν περιττῶν ὀνομαζόμενον, μεταξύ τέ ἐστι δύο σφαιρῶν, τοῦ τε ψ̄ καὶ τοῦ χ̄, τούτου μὲν θερμοτέρου διὰ τὸ πνεῦμα καὶ ζωτικωτέρου μᾶλλον ὄντος, ἐκείνου δὲ ἧττον ἑκάτερον ἔχοντος· ὥστε πάλιν δύο νόων ἐστὶ μεσότης, τοῦ μὲν προτέρου, τοῦ δὲ ὑστέρου, καὶ ὁ μέσος χαρακτὴρ τὴν πρὸς ἑκάτερον αὐτῆς οἰκειότητα καὶ σχέσιν δηλοῖ. μᾶλλον μὴν ὁ Πλάτων τὸ χ̄ τῇ ψυχῇ δέδωκε, καίτοι καὶ τοῦ ψ̄ στοιχείου σφαίρας ὄντος, ἵνα τὸ ἰσορρεπὲς ἐνδείξηται τῆς κινήσεως αὐτῆς, πασῶν τῶν εὐθειῶν ἴσων οὐσῶν ἐν τῷ χ̄, καὶ οὕτω τὸ αὐτοκίνητον γνώριμον ποιήσῃ τῆς ψυχῆς. εἰ δὲ αὐτῷ τῷ εἶναι παράγει τὴν ψυχὴν ὁ δημιουργός, δῆλον, ὅτι καὶ αὐτὸς ἐν ἀναλογίᾳ τέτακται τοῦ χ̄· τοῦτο γάρ ἐστιν ὁ πρώτιστος νοῦς. διὰ μὲν οὖν τούτων φησίν, ὅτι μέση τίς ἐστιν οὐσία δύο νόων ἡ ψυχὴ προϊοῦσα καὶ ἑαυτὴν παράγουσα. καὶ ταῦτα μὲν οὕτω ληπτέον. διὰ δὲ τοῦ τελευταίου γράμματος, τοῦ η̄, θεατέον τὴν ἄχρι τοῦ κύβου πρόοδον αὐτῆς.
εἰ δὲ διὰ τὴν ἑτερότητα τῆς ζωῆς δυάς ἐστι, διὰ δὲ τὸ τριμερὲς τῆς οὐσίας αὐτῆς τριάς, αὐτόθεν μὲν ἔχει τὸν ἡμιόλιον λόγον, εἰς ἑαυτὴν δὲ εἰσιοῦσα καὶ διὰ τὴν εἴσοδον ταύτην ἐπὶ τὴν τριάδα ποιοῦσα τὴν δυάδα γεννᾷ μὲν τὴν ἑξάδα, συνάπτουσα δὲ τῷ τε ἀμερίστῳ καὶ τῷ τριμερεῖ τὴν ἐν διπλασίῳ διὰ τούτων ἁρμονίαν ὑφίστησι. καὶ ὡς μὲν τριὰς εἰς ἑαυτὴν ἐπιστρέφουσα τὴν ἐννεάδα, ὡς δὲ δυὰς δυαδικῶς εἰς ἑαυτὴν ἰοῦσα τὴν ὀκτάδα πάντως, ἐκ δὲ ἀμφοῖν τὸν ἐπόγδοον λόγον ἀποτελεῖ.
καὶ ἡ μὲν κατὰ γραμμὴν ἀπογέννησις τό τε ἀμέριστον αὐτῆς δηλοῖ καὶ τὸ δι’ ὅλου ταυτόν· πᾶν γὰρ μόριον γραμμῆς γραμμή· καὶ τὸ πάντας εἶναι πανταχοῦ τοὺς λόγους· ἡ δὲ κατὰ δύο σχίσις ὅτι δυαδικόν ἐστι τὸ εἶδος αὐτῆς ἐπιδείκνυσι. καὶ ἡ μὲν ὁλότης αὐτῆς ἡ ἀδιαίρετος εἰκών ἐστι τοῦ πρώτου νοῦ, ἡ δὲ ἄσχιστος τῶν δύο, ἣν ἐκάλεσε ταὐτοῦ κύκλον, τοῦ δευτέρου· ἡ δὲ εἰς ἓξ σχιζομένη τοῦ τρίτου τοῦ λοιποῦ διηριθμημένου. καὶ ἡ μὲν ὀκτὰς ὡς ἀπὸ δυάδος ἀνεφάνη τῆς ψυχῆς· ἡ δὲ ἑπτάς, ἣ μὲν ἐν μονάσι τὸ πρῶτον ἐνεικονίζεται τῆς ζωῆς εἶδος, ἣ δὲ ἐν δεκάσι τὸ νοερόν, διὰ τὸν κύκλον, ἣ δὲ ἐν ἑκατοντάσι τρίτον κατ’ αὐτὸ λοιπὸν τὸ ἰδίωμα τὸ ψυχικόν. καὶ ἡ μὲν ἀπαρέγκλιτος αὐτῆς σύμφυσις πρὸς τὸ γεννῆσαν ὑπέστησε τὸ ἀπλανές, ἡ δὲ ἔξοδος καὶ ἡ ἀοριστία τὸ πλανώμενον, ἡ δὲ ἐπιστροφὴ μετὰ τὴν πρόοδον τὴν ἀπλανῶς πλανωμένην ζωήν. καὶ ἐπειδὴ τὸ μὲν σχῆμα τῆς ψυχῆς ἐστιν οἷον χ̄, τὸ δὲ εἶδος δυαδικόν (εἰς δύο γὰρ ἡ σχίσις), ἡ δὲ δυὰς ἐπὶ τὴν ἑξάδα πρῶτον οὖσαν πυθμένα τοῦ χ̄ τὴν δυωδεκάδα ποιεῖ, λάβοις ἂν καὶ ἀπὸ τούτου τὰς δώδεκα πρώτας ἀρχικὰς ψυχάς.
Chapter 8 above (pp. 165–166):
ὁ μὲν οὖν Θεόδωρος τοιαῦτα ἄττα φιλοσοφεῖ περὶ τούτων, ἀπὸ τῶν γραμμάτων καὶ τῶν ἐκφωνήσεων τὰς ἐξηγήσεις ποιούμενος, ὡς ἐκ πολλῶν ὀλίγα παραθέσθαι. Ὁ δέ γε θεῖος Ἰάμβλιχος ἅπασαν τὴν τοιαύτην θεωρίαν ἐπερράπισεν ἐν ταῖς πρὸς τοὺς ἀμφὶ Ἀμέλιον—οὕτω γὰρ ἐπιγράφει τὸ κεφάλαιον—καὶ δὴ καὶ Νουμήνιον ἀντιρρήσεσιν, εἴτε τοῦτον εἰς ἐκείνους ἀναπέμπων εἴτε καὶ ἐκείνοις ἐντυχών που τὰ ὅμοια γράφουσι περὶ τούτων· οὐ γὰρ ἔχω λέγειν.
λέγει δ’ οὖν ὁ θεῖος Ἰάμβλιχος πρῶτον μέν, ὡς οὐκ ἔδει διὰ τὸ πλῆθος τῶν γραμμάτων τὴν ψυχὴν ποιεῖν τὸν σύμπαντα ἀριθμὸν ἢ τὸν γεωμετρικὸν ἀριθμόν· καὶ γὰρ τὸ σῶμα ἐκ τῶν ἴσων ἐστὶ γραμμάτων, καὶ αὐτὸ τὸ μὴ ὄν· ἔσται οὖν καὶ τὸ μὴ ὂν ἀριθμὸς ὁ σύμπας· πολλὰ δ’ ἂν καὶ ἄλλα εὕροις ἐκ τῶν ἴσων ὄντα γραμμάτων καὶ αἰσχρὰ καὶ τὰ ἐναντιώτατα ἀλλήλοις, ἃ δὴ πάντα συγχεῖν εἰς ἄλληλα καὶ φύρειν οὐκ ὀρθῶς ἔχει.
δεύτερον δέ, ὅτι τὸ ἀπὸ τῶν χαρακτήρων ἐπιχειρεῖν οὐκ ἀσφαλές· θέσει γάρ ἐστι ταῦτα, καὶ τὸ μὲν ἀρχαῖον ἄλλος ἦν ὁ τύπος, νῦν δὲ ἄλλος· αὐτίκα τὸ ζ, ἐφ’ οὗ πεποίηται τὸν λόγον ἐκεῖνος, οὔτε παραλλήλους εἶχε τὰς ἀπεναντίον πάντως οὔτε τὴν μέσην λοξήν, ἀλλὰ πρὸς ὀρθάς, ὡς καὶ ἀπὸ τῶν στηλῶν ἐστι τῶν ἀρχαίων καταφανές.
τρίτον τὸ εἰς τοὺς πυθμένας ἀναλύειν καὶ περὶ ἐκείνους διατρίβειν ἀπ’ ἄλλων ἀριθμῶν εἰς ἄλλους μεθίστησι τὴν θεωρίαν· οὐ γὰρ ταὐτόν ἐστιν ἡ ἐν μονάσιν ἑπτὰς καὶ ἡ ἐν δεκάσι καὶ ἡ ἐν ἑκατοντάσι. ταύτης οὖν ἐν τῷ ὀνόματι τῆς ψυχῆς οὔσης τί ἔδει παρεισκυκλεῖν τὸν περὶ τῶν πυθμένων λόγον; οὕτω γὰρ ἂν πάντα εἰς πάντας ἀριθμοὺς μετα-βάλλοιμεν διαιροῦντες ἢ συντιθέντες ἢ πολλαπλασιάζοντες.
καθόλου μὲν οὖν ταῦτα. διελέγχει δὲ καὶ ἑκάστην ἀπόδοσιν ὡς ἐσκευωρημένην καὶ οὐδὲν ἔχουσαν ὑγιές. καὶ ὅτῳ φίλον πάντων τὴν σαθρότητα κατανοῆσαι, ῥᾴδιον παραθεμένῳ τὸ βιβλίον ἀναλέγεσθαι τὰς οἰκείας ἀντιλογίας πρὸς ἕκαστον ἀπὸ τῶν γεγραμμένων.