Compton, Todd M. 2006. Victim of the Muses: Poet as Scapegoat, Warrior and Hero in Greco-Roman and Indo-European Myth and History. Hellenic Studies Series 11. Washington, DC: Center for Hellenic Studies. http://nrs.harvard.edu/urn-3:hul.ebook:CHS_Compton.Victim_of_the_Muses.2006.
Chapter 5. Homer: The Trial of the Rhapsode
νήπιον αἰδοίης ἐπὶ γούνασι μητρὸς ἀτάλλων.
ἥν ποτ’ ἐπύργωσαν βουλῇ Διὸς αἰγιόχοιο
λαοὶ Φρίκωνος, μάργων ἐπιβήτορες ἵππων,
ὁπλότεροι μαλεροῖο πυρὸς κρίνοντες Ἄρηα,
Αἰολίδα Σμύρνην ἁλιγείτονα ποντοτίνακτον
ἥν τε δι’ ἀγλαὸν εἶσιν ὕδωρ ἱεροῖο Μέλητος·
ἔνθεν ἀπορνύμεναι κοῦραι Διός, ἀγλαὰ τέκνα,
ἠθελέτην κλῇσαι δῖαν χθόνα καὶ πόλιν ἀνδρῶν,
οἱ δ’ ἀπανηνάσθην ἱερὴν ὄπα, φῆμιν, ἀοιδήν.
ἀφραδίῃ τῶν μέν τε παθών τις φράσσεται αὖθις,
ὅς σφιν ὀνείδεσσιν τὸν ἐμὸν διεμήσατο πότμον.
κῆρα δ’ ἐγὼ τήν μοι θεὸς ὤπασε γεινομένῳ περ
τλήσομαι ἀκράαντα φέρων τετληότι θυμῷ.
οὐδέ τι μοι φίλα γυῖα μένειν ἱεραῖς ἐν ἀγυιαῖς
Κύμης ὁρμαίνουσι, μέγας δέ με θυμὸς ἐπείγει
δῆμον ἐς ἀλλοδαπῶν ἰέναι ὀλίγον περ ἐόντα. [18]
Here Homer associates himself with the Muses (who will later arrange his death); like Aesop, before his departure he pronounces a curse on the city that exiles him, and thus he enters the sphere of the poet who harms through words. [20] Twice he mentions the fate he has received from Zeus; a god has engineered his misery, his poetic vocation. [21]
Footnotes