Bakker, Egbert J. 2005. Pointing at the Past: From Formula to Performance in Homeric Poetics. Hellenic Studies Series 12. Washington, DC: Center for Hellenic Studies. http://nrs.harvard.edu/urn-3:hul.ebook:CHS_BakkerE_Pointing_at_the_Past.2005.
Chapter 1. Peripheral and Nuclear Semantics
Nucleus and Periphery
Πιδύτην δ᾿ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν
ἔγχεϊ χαλκείῳ, Τεῦκρος δ᾿ Ἀρετάονα δῖον.
Ἀντίλοχος δ᾿ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ᾿ ὄχθας
Πήδασον αἰπεινήν. Φύλακον δ᾿ ἕλε Λήϊτος ἥρως
φεύγοντ᾿· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
1. Neutrality with respect to context.
2. Metrical diversity
Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος·
ἔγχει | V |
δουρί | C ⎯ ∪ |
ἔγχεϊ | V ⎯ ∪ ∪ |
ὀξέϊ δουρί | V ⎯ ∪ ∪ ⎯ ∪ |
ἔγχεϊ μακρῷ | V ⎯ ∪ ∪ ⎯ ⎯ |
δουρὶ φαεινῷ | C ⎯ ∪ ∪ ⎯ ⎯ |
ἔγχεϊ χαλκείῳ | ⎯ ∪ ∪ ⎯ ⎯ ⎯ |
ἔγχεϊ ὀξυόεντι | ⎯ ∪ ∪ ⎯ ∪ ∪ |
⎯ ∪ | |
χαλκήρεϊ δουρί | ⎯ ⎯ ∪ ∪ ⎯ ∪ |
3. The meaning of ornamental adjectives
From Peripheral to Significant
1. Spears in battle narrative
Ἕκτωρ δ᾿ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·
and at him Tydeus’ son made a throw with the shining spear
ἀλλ᾿ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
τυτθόν· ὁ δ᾿ Ἀμφίμαχον Κτεάτου υἷ᾿ Ἀκτορίωνος,
νισόμενον πόλεμόνδε κατὰ στῆθος βάλε δουρί·
Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
ἀλλ᾿ ὅ γε καὶ τόθ᾿ ἅμαρτεν, ὁ δ᾿ Ἀσκάλαφον βάλε δουρὶ,
υἱὸν Ἐνυαλίοιο· δι᾿ ὤμου δ᾿ ὄβριμον ἔγχος
ἔσχεν· ὁ δ᾿ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·
οὐδ᾿ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ
αἰχμὴ χαλκείη ῥῆξ᾿ ὀστέον, ἐγκέφαλος δὲ
ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·
ἐσθλὸν ἀλεξητῆρα μάχης, Ἀντήνορος υἱὸν,
νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.
οὐδ᾿ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ δι᾿ αὐτῆς
αἰχμὴ ἱεμένη ῥῆξ᾿ ὀστέον, ἐγκέφαλος δὲ
ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
2. Significant mention in battle narrative
πρόσθεν Ἄρης ὠρέξαθ᾿ ὑπὲρ ζυγὸν ἡνία θ᾿ ἵππων
ἔγχεϊ χαλκείῳ, μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·
καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
δεύτερος αὖθ᾿ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
νείατον ἐς κενεῶνα, ὅθι ζωννύσκετο μίτρῃ·
τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
τὸν δ᾿ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρ᾿ ὦμον
πλῆξ᾿, ἀπὸ δ᾿ αὐχένος ὦμον ἐέργαθεν ἠδ᾿ ἀπὸ νώτου.
3. Mention outside battle-narrative.
ἔγχεΐ τ᾿ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
ὄφρά οἱ αἷμ᾿ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
οὕνεκ᾿ ἄρ᾿ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ
ἀλλ᾿ ὁ μὲν ἂρ μύθοισιν, ὁ δ᾿ ἔγχεϊ πολλὸν ἐνίκα·
ἔγχει ἐμῷ δαμάᾳ· νῦν δ᾿ ἀθρόα πάντ᾿ ἀποτίσεις
κήδε᾿ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.
Footnotes