Dué, Casey, and Mary Ebbott. 2010. Iliad 10 and the Poetics of Ambush: A Multitext Edition with Essays and Commentary. Hellenic Studies Series 39. Washington, DC: Center for Hellenic Studies. http://nrs.harvard.edu/urn-3:hul.ebook:CHS_Due_Ebbott.Iliad_10_and_the_Poetics_of_Ambush.2010.
Venetus A (Marcianus Graecus Z. 454 [= 822])
1 Ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν
2 εὗδον παννύχιοι. μαλακῷ δεδμημένοι ὕπνῳ·
3 ἀλλ’ οὐκ Ἀτρείδην Ἀγαμέμνονα ποιμένα λαῶν
4 ὕπνος ἔχε γλυκερὸς. πολλὰ φρεσὶν ὁρμαίνοντα·
5 ὡς δ’ ὅτ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο.
6 τεύχων ἠ πολὺν ὄμβρον. ἀθέσφατον. ἠὲ χάλαζαν.
7 ἢ νιφετὸν. ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρᾱς.
8 ἠέ πόθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο.
9 ὡς πυκὶν’ ἐν στήθεσσιν ἀνεστενάχιζ’ Ἀγαμέμνων
10 νειόθεν ἐκ κραδίης. τρομέοντο δέ οἱ φρένες ἐντός
11 ἤτοι ὅτ’ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειεν.
12 θαύμαζεν πυρὰ πολλὰ. τὰ καίετο Ϊλιόθι πρὸ.
13 αὐλῶν. συρίγγων τ’ ἐνοπὴν. ὅμαδόν τ’ ἀνθρώπων·
14 αὐτὰρ ὅτ’ ἐς νῆάς τε ἴ̈δοι καὶ λαὸν Ἀχαιῶν·
15 πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτᾱς
16 ὑψόθ’ ἐόντι Διῒ· μέγα δ’ ἔστενε κυδάλιμον κῆρ·
17 ἧδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
18 Νέστορ’ ἐπὶ πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν.
19 εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο.
20 ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο·
21 ὀρθωθεὶς δ’ ἔνδυνε περι στήθεσσι χιτῶνα·
22 ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδῑλα·
23 ἀμφι δ’ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
24 αἴθωνος, μεγάλοιο. ποδηνεκὲς. εἵλετο δ’ ἔγχος· {194|195}
25 ὡς δ’ αύτως Μενέλᾱον ἔχε τρόμος. οὐδὲ γὰρ αὖτῷ
26 ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε. μή τι πάθοιεν
27 Ἀργεῖοι. τοὶ δή ἑθεν εἵνεκα, [πουλὺν] ἐφ’ ὑγρὴν
28 ἤλυθον, ἐς Τροίην. πόλεμον θρασὺν ὁρμαίνοντες·
29 παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
30 ποικίλῃ· αὐτὰρ ἐπὶ στεφάνην κεφαλῇφιν ἀείρᾱς
31 θήκατο χαλκείην. δόρυ δ’ εἵλετο χειρὶ παχείῃ·
32 βῆ δ’ ΐμεν, ἀνστήσων, ὃν, ἀδελφεὸν. ὃς μέγα πάντων
33 Ἀργείων ἤνασσε, θεὸς δ’ ὡς τίετο δήμῳ·
34 τὸν δ’ εὗρ’ ἀμφ’ ὤμοισι τιθήμενον έντεα καλὰ
35 νηῒ παρα πρύμνῃ· τῷ δ’ ἀσπάσιος γένετ’ ἐλθών·
36 τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς, Μενέλαος·
37 τίφθ’ οὕτως ἠθεῖε κορύσσεαι· ἦ τιν’ ἑταίρων
38 ὀτρύνεις Τρώεσσιν ἐπίσκοπον· ἀλλὰ μάλ’ αἰνῶς
39 δείδω. μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον.
40 ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν
41 νύκτα δι’ ἀμβροσίην· μάλα τις θρασυκάρδιος έσται
42 Τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
43 χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλᾱε
44 κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει
45 Ἀργείους καὶ νῆας. ἐπεὶ Διὸς ἐτράπετο φρήν·
46 Ἑκτορέοις άρα μᾶλλον ἐπὶ φρένα θῆχ’ ἱ̈εροῖσιν·
47 οὐ γάρ πω ἰ̈δόμην. οὐδ’ ἔκλυον αὐδήσαντος.
48 ἄνδρ’ ἕνα, τοσσάδε μέρμερ’ ἐπ’ ἤματι μητίσασθαι.
49 ὅσσ’ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν.
50 αύτως. οὔτε θεᾶς υἱὸς φίλος. οὔτε θεοῖο·
51 ἔργα δ’ ἔρεξ’· ὅσα φημὶ μελησέμεν, Ἀργείοισι
52 δηθά τε καὶ δολιχὸν. τόσα γὰρ κακὰ μήσατ’ Ἀχαιούς·
53 ἀλλ’ ἴ̈θι νῦν Αἴαντα καὶ Ἰ̈δομενῆα κάλεσσον
54 ῥίμφα θέων ἐπὶ νῆας. ἐγὼ δ’ ἐπι Νέστορα δῖον
55 εἶμι· καὶ ὀτρυνέω ἀνστήμεναι· αἴ κ επίθηται
56 ἐλθεῖν ἐς φυλάκων ἱ̈ερὸν τέλος. ἠδ’ ἐπιτεῖλαι·
57 κείνου γάρ κε μάλιστα πιθοίατο. τοῖο γὰρ υἱὸς
58 σημαίνει φυλάκεσσι· καὶ Ἰ̈δομενῆος ὀπάων
59 Μηριόνης. τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα·
60 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
61 πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις·
62 αὖθι μένω μετα τοῖσι. δεδεγμένος εἰς ό κεν ἔλθῃς.
63 ἠὲ θέω μετά σ’ αὖτις. ἐπὴν, εὖ, τοῖς, ἐπιτείλω·
64 τὸν δ’ αῦτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
65 αὖθι μένειν. μή πως ἀβροτάξομεν ἀλλήλοισϊν {195|196}
66 ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι·
67 φθέγγεο δ’ ᾗ κεν ΐῃσθα· καὶ ἐγρήγορθαι ἄνωχθι.
68 πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον·
69 πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ.
70 ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι
71 Ζεὺς ἐπι γεινομένοισιν, ἵ̈ει κακότητα βαρεῖαν·
72 ὣς εἰπὼν. ἀπέπεμπεν ἀδελφεὸν. εὖ, ἐπιτείλας·
73 αὐτὰρ ὁ βῆ ρ’ ϊέναι μετα Νέστορα ποιμένα λαῶν·
74 τὸν δ’ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
75 εὐνῇ, ἐνι μαλακῇ. παρὰ δ’ έντεα ποικίλ’ ἔκειτο.
76 ἀσπὶς. καὶ δύο δοῦρε, φαεινή τε τρυφάλεια·
77 πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος. ᾧ ῥ’ ὁ γεραιὸς
78 ζώννυθ’, ὁτ’ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
79 λαὸν ἄγων· ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ·
80 ὀρθωθεὶς δ’ ὰρ ἐπ’ ἀγκῶνος. κεφαλὴν ἐπαείρας,
81 Ἀτρείδην προσέειπε. καὶ ἐξερεείνετο μύθῳ·
82 τίς δ’ οὗτος κατὰ νῆας ἀνα στρατὸν ἔρχεαι οἶος
83 νύκτα δι’ ὀρφναίην. ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι.
84 ἠέ τιν’ οὐρήων διζήμενος. ἤ τιν’ ἑταίρων·
85 φθέγγεο· μὴδ’ ἀκέων ἐπ’ ὲμ’ ἔρχεο· τίπτε δέ σε χρεώ·
86 τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
87 ὦ Νέστορ. Νηληάδη· μέγα κῦδος Ἀχαιῶν,
88 γνώσεαι Ἀτρείδην Ἀγαμέμνονα· τὸν περὶ πάντων
89 Ζεὺς ἐνέεικε πόνοισι διαμπερὲς. εἰς ὅ κ’ ἀϋτμὴ
90 ἐν στήθεσσι μένῃ· καί μοι φίλα γούνατ’ ὀρώρῃ·
91 πλάζομαι ὧδ’· ἐπεὶ οὔ μοι ἐπ’ όμμασι νήδυμος ὕπνος
92 ἱ̈ζάνει· ἀλλὰ μέλει πόλεμος. καὶ κήδε’ Ἀχαιῶν.
93 αἰνῶς γὰρ Δαναῶν πέρὶδείδια. οὐδέ μοι ῆτορ
94 ἔμπεδον. ἀλλ’ ἀλαλ⟨ύ⟩κτημαι· κραδίη δέ μοι ἔξω
95 στηθέων ἐκθρῴσκει· τρομέει δ’ ὑπο φαίδιμα γυῖα·
96 ἀλλ`’ εἴ τι. δραίνεις. ἐπεὶ οὐδὲ σέ γ’ ὕπνος ἱ̈κά̄νει.
97 δεῦρ’ εἰς τοὺς φύλακας καταβήομεν. ὄφρα ἴ̈δωμεν
98 μὴ τοὶ μὲν καμάτω ἁδηκότες ἠδὲ καὶ ὕπνῳ.
99 κοιμήσωνται· ἀτὰρ φυλακῆς ἐπι πάγχυ λάθωνται.
100 δυσμενέες δ’ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴ̈δμεν
101 μή πως καὶ δια νύκτα μενοινήσωσι μάχεσθαι·
102 Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
103 Ἀτρείδη κύδιστε. ἄναξ ἀνδρῶν Ἀγάμεμνον·
104 οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς
105 ἐκτελέει. ὅσα πού νῠν ἐέλδεται· ἀλλά μιν οἴω
106 κήδεσι μοχθήσσειν καὶ πλείοσιν. εἴ κεν Ἀχιλλεὺς {196|197}
107 ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ῆτορ·
108 σοὶ δὲ μάλ’ έψομ’ ἐγὼ. ποτι δ’ αῦ καὶ ἐγείρομεν ἄλλους·
109 ἠμὲν Τυδείδην δουρὶ κλυτὸν. ἠδ’ Ὀδυσῆα.
110 ἠδ’ Αἴαντα τάχὺν. καὶ Φυλέος ἄλκιμον υἱόν·
111 ἂλλ’ εἴ τις καὶ τοῦσδε μετοιχόμενος καλέσειεν.
112 ἀντίθεόν τ’ Αἴαντα. καὶ Ἰ̈δομενῆα ἄνακτα·
113 τῶν γὰρ νῆες ἔασιν ἑκαστάτῳ. οὐδὲ μάλ’ ἐγγύς·
114 ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλᾱον
115 νεικέσω· εἴ πέρ μοι νεμεσήσεαι. οὐδ’ ἐπικεύσω.
116 ὡς εὕδει· σοὶ δ’ οἴω ἐπέτρεψεν πονέεσθαι·
117 νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι
118 λισσόμενος. χρειὼ γὰρ ϊκάνεται οὐκέτ’ ἀνεκτός.
119 Τὸν δ’ αῦτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
120 ὦ γέρον· ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·
121 πολλάκι γὰρ μεθίει τε καὶ οὐκ ἐθέλει πονέεσθαι.
122 οὔτ’ ὄκνῳ εἴκων, οὔτ’ ἀφραδίῃσι, νόοιο·
123 ἀλλ`’ ἐμέ τ’ εἰσορόων· καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν·
124 νῦν δ’ ἐμέο πρότερος μάλ’ ἐπέγρετο· καί μοι ἐπέστη·
125 τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς, σὺ, μεταλλᾷς·
126 ἀλλ`’ ΐομεν· κείνους δὲ κιχησόμεθα προ πυλάων
127 ἐν φυλάκεσσ’. ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέεσθαι·
128 Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱ̈ππότα Νέστωρ·
129 οὕτως, οὔ τίς, οἱ νεμεσήσεται οὐδ’ ἀπιθήσει
130 Ἀργείων. ὅτε κέν τιν’ ἐποτρύνῃ καὶ ἀνώγῃ·
131 Ὡς εἰπὼν. ἔνδυνε περὶ στήθεσσι χιτῶνα·
132 ποσσὶ δ’ ὑπο λιπαροῖσιν ἐδήσατο κᾱλὰ πέδιλα·
133 ἀμφι δ’ άρα χλαῖναν περονήσατο φοινικόεσσαν.
134 διπλῆν. ἐκταδίην. οὔλη δ’ ἐπενήνοθε λάχνη·
135 εἵλετο δ’ ἄλκιμον ἔγχος· ἀκαχμένον ὀξέϊ χαλκῷ.
136 βῆ δ’ ἰ̈έναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·
137 πρῶτον ἔπειτ’ Ὀδυσῆα. Διῒ μῆτιν ἀτάλαντον
138 ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱ̈ππότα Νέστωρ
139 φθεγξάμενος· τὸν δ’ αἶψα περὶ φρένας ἤλυθ’ ἰ̈ωή.
140 ἐκ δ’ ῆλθε κλισίης. καί σφεας πρὸς μῦθον έειπε·
141 τίφθ’ οὕτως ἐπὶ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε
142 νύκτα δι αμβροσίην. ὅ τι δὴ χρειὼ τόσον ἴ̈̄κει·
143 Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
144 διογενὲς. Λαερτιάδη. πολυμήχαν’ Ὀδυσσεῦ.
145 μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς·
146 ἂλλ’ ἕπευ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ’ ἐπέοικε
147 βουλὰς· βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι· {197|198}
148 Ὡς φάθ’. ὁ δὲ κλισίην δε κιὼν πολύμητις Ὀδυσσεὺς.
149 ποικίλον ἀμφ’ ὤμοισι σάκος θέτο· βῆ δὲ μετ’ αὐτούς.
150 βὰν δ’ ἐπὶ Τυδείδην Διομήδεα. τὸν δ’ ἐκίχανον
151 ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δ’ ἑταῖροι
152 εὗδον· ὑπὸ κρασὶν δ’ έχον ἀσπίδας· ἔγχεα δέ σφιν
153 ὄρθ`’ ἐπὶ σαυρωτῆρος ἐλήλατο· τῆλε δὲ χαλκὸς
154 λάμφ’· ὥς τε στεροπὴ πατρὸς Διὸς· αὐτὰρ ὅ γ’ ἥρως
155 εὗδ’. ὑπο δ’ έστρωτο ῥινὸν βοὸς ἀγραύλοιο·
156 αὐτὰρ ὑπο κράτεσφι τάπης τετάνυστο φαεινός·
157 τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱ̈ππότα Νέστωρ.
158 λὰξ ποδὶ κινήσᾱς ὤτρυνέ τε· νείκεσέ τ’ ἄντην·
159 ὄρσεο Τυδέος υἱέ. τί πάννυχον ὕπνον ἀωτεῖς·
160 οὐκ ἀΐεις. ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο
161 εἴαται· ἄγχι νεῶν· ὀλίγος δ’ έτι χῶρος ἐρύκει·
162 ὡς φάθ’. ὁ δ’ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε·
163 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδᾱ·
164 σχέτλιός ἐσσι γεραιὲ. σὺ μὲν πόνου οὔ ποτε λήγεις·
165 οὔ νῠ καὶ ἄλλοι ἔασι, νεώτεροι υἷες Ἀχαιῶν.
166 οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
167 πάντῃ ἐποιχόμενοι· σὺ δ’ ἀμήχανός ἐσσι γεραιέ·
168 τὸν δ’ αὖτε προσέειπε Γερήνιος ἱ̈ππότα Νέστωρ·
169 ναὶ δὴ ταῦτά γε πάντα φίλος κατα μοῖραν ἔειπες.
170 εἰσὶν μέν μοι παῖδες ἀμύμονες. εἰσὶ δὲ λαοὶ
171 καὶ πολέες. τῶν κέν τις ἐποιχόμενος καλέσειεν.
172 ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς·
173 νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ. ξῠροῦ ἵ̈σταται ἀκμῆς
174 ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς. ἠὲ βιῶναι·
175 ἂλλ’ ἴ̈θι νῦν· Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν
176 ἄνστησον· σὺ γάρ ἐσσι, νεώτερος. εἴ μ`’ ἐλεαίρεις·
177 ὡς φάθ’. ὁ δ’ ἀμφ’ ὤμοισιν, εέσσατο δέρμα λέοντος
178 αἴθωνος, μεγάλοιο, ποδηνεκὲς, εἵλετο δ’ ἔγχος·
179 βῆ δ’ ϊέναι· τοὺς δ’ ἔνθεν ἀναστήσᾱς ἄγεν ἥρως·
180 οἱ δ’ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν.
181 οὐδε μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον.
182 ἂλλ’ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες·
183 ὡς δὲ κύνες περι μῆλα δυσωρήσωνται ἐν αὐλῇ·
184 θηρὸς ἀκούσαντες κρατερόφρονος. ὅς τε καθ’ ὕλην
185 ἔρχηται δι’ ὄρεσφι. πολὺς δ’ ὀρυμαγδὸς ἐπ αυτῷ
186 ἀνδρῶν ἠδὲ κυνῶν, ἀπο τέ σφισιν ὕπνος ὄλωλεν.
187 ὡς τῶν νήδυμος ὕπνος ἀπο βλεφάροιϊν ὀλώλει
188 νύκτα φυλασσομένοισι κακὴν· πεδίον δὲ γὰρ αἰεὶ {198|199}
189 τετράφαθ’. ὁππότ’ ἐπὶ Τρώων ἀΐοιεν ἰ̈όντων·
190 τοὺς δ’ ὁ γέρων γήθησεν ἰ̈δὼν. θάρσυνέ τε μύθῳ·
192 οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τιν’ ὕπνος
193 αἱρείτω· μὴ χάρμα γενώμεθα δυσμενέεσσιν·
194 ὡς εἰπὼν. τάφροιο διέσσυτο. τοὶ δ’ ἅμ’ ἕποντο
195 Ἀργείων βασιλῆες. ὅσοι κεκλήατο βουλήν·
196 τοῖς δ’ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
197 ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι·
198 τάφρον δ’ ἐκδιαβάντες ὀρυκτὴν. ἑδριόωντο
199 ἐν καθαρῷ· ὅθι δὴ, νεκύων διεφαίνετο χῶρος
200 πιπτόντων· ὅθεν αὖτις ἀπετράπετ’ όβριμος Ἕκτωρ
201 ὀλλὺς, Ἀργείους, ὅτε δὴ περι νὺξ ἐκάλυψεν·
202 ἔνθα καθεζόμενοι. ἔπε’ ἀλλήλοισι πίφαυσκον·
203 τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱ̈ππότα Νέστωρ·
204 ὦ φίλοι. οὐκ ὰν δή τις ἀνὴρ πεπίθοιθ’ἑῷ αὐτοῦ
205 θυμῷ τολμήεντι· μετα Τρῶας μεγαθύμους
206 ἐλθεῖν· εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα·
207 ἤ τινά που καὶ φῆμιν ἐνι Τρώεσσι πύθοιτο.
208 ἄσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
209 αὖθι μένειν παρα νηυσὶν ἀπόπροθεν. ἠὲ πόλιν δὲ
210 ὰψ, ἀναχωρήσουσιν. ἐπεὶ δαμάσαντό γ’ Ἀχαιούς·
211 ταῦτά κε [πάντα] πύθοιτο καὶ ὰψ, εἰς ἡμέας ἔλθοι
212 ἀσκηθὴς, μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη
213 πάντας ἐπ ἀνθρώπους· καί οἱ δόσις ἔσσεται ἐσθλή·
214 ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι.
215 τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι. μέλαιναν.
216 θῆλυν. ὑπόρρηνον. τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον·
217 αἰεὶ δ’ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται·
218 Ὡς ἔφαθ’. οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
219 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
220 Νέστωρ. ἒμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
221 ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντα
222 Τρώων. ἂλλ’ εἴ τις μοι [ἀνὴρ] ἅμ’ ἕποιτο καὶ ἄλλος.
223 μᾶλλον θαλπωρὴ. καὶ θαρσαλεώτερον ἔστι
224 σύν τε δύ’ ἐρχομένω· καί τε πρὸ, ὃ. τοῦ ἐνόησεν
225 ὅππως κέρδος έῃ· μοῦνος δ’ εἴ πέρ τε νοήσῃ.
226 ἀλλά τέ οἱ βράσσων τε νόος. λεπτὴ δέ τε μῆτις·
227 ὡς ἔφαθ’. οἱ δ’ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι·
228 ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος·
229 ἤθελε Μηριόνης· μάλα δ’ ἤθελε, Νέστορος υἱός·
230 ἤθελε δ’ Ἀτρείδης δουρὶκλυτὸς Μενέλαος· {199|200}
231 ἤθελε δ’ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον
232 Τρώων, αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
233 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
234 Τυδείδη Διόμηδες. ἐμῷ κεχαρισμένε θυμῷ·
235 τὸν μεν δὴ ἕταρόν γ’ αἱρήσεαι ὅν κ’ ἐθέλῃσθα,
236 φαινομένων τὸν ἄριστον. ἐπεὶ μεμάασί γε πολλοί·
237 μὴδὲ σύ γ’ αἰδόμενος σῇσι φρεσὶ. τὸν μὲν ἀρείω
238 καλλείπειν· σὺ δὲ χείρον’ ὀπάσσεαι αἰδοῖ εἴκων·
239 ἐς γενεὴν ὁρόων. μηδ`’ εἰ βασιλεύτερός ἐστιν·
240 ὡς ἔφατ’· ἔδδεισεν δὲ περὶ ξανθῷ Μενελά̄ῳ·
241 τοῖς δ’ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
242 εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ’ αὐτὸν ἑλέσθαι.
243 πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην.
244 οὗ περὶ μὲν πρόφρων κραδίη· καὶ θυμὸς ἀγήνωρ
245 ἐν πάντεσσι πόνοισι· φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη·
246 τούτου γ’ εσπομένοιο, καὶ ἐκ πυρὸς αἰθομένοιο
247 ἄμφω, νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι·
248 Τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
249 Τυδείδη· μήτ ἄρ με, μάλ’ αἴνεε μήτε τί, νείκει·
250 εἰδόσι γάρ τοι ταῦτα μετ’ Ἀργείοις ἀγορεύεις·
251 ἂλλ’ ἴ̈ομεν; μάλα γὰρ νὺξ ἄνεται· ἐγγύθι δ’ ἠώς·
252 ἄστρα δὲ δὴ προβέβηκε· παρωίχηκεν δὲ πλέω νὺξ·
253 τῶν δύο μοιράων. τριτάτη δ έτι μοῖρα λέλειπται·
254 ὡς εἰπόνθ’ ὅπλοισιν ἐνὶ δεινοῖσιν ἐδύτην·
255 Τυδείδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης·
256 φάσγανον ἄμφηκες. τὸ δ’ ἑὸν παρὰ νηῒ λέλειπτο.
257 καὶ σάκος. ἀμφὶ δέ οἱ κυνέην κεφαλῇφιν ἔθηκε
258 ταυρείην. ἄφαλόν τε καὶ ἄλλοφον· ἥ τε καταῖτυξ
259 κέκληται. ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν·
260 Μηριόνης δ’ Ὀδυσῆϊ δίδου βιὸν. ἠδε φαρέτρην.
261 καὶ ξίφος. ἀμφὶ δέ οἱ κυνέην κεφαλῇφιν ἔθηκε
262 ῥινοῦ [ποιητήν]· πολέσιν δ’ ἔντοσθεν ϊμᾶσιν
263 ἐντέτατο στερεῶς. ἔκτοσθε δὲ λευκοὶ ὀδόντες
264 ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα
265 εὖ καὶ ἐπισταμένως. μέσση δ’ ἐνὶ πῖλος ἀρήρει·
266 τήν ῥά ποτ’ ἐξ Ἑλεῶνος. Ἀμύντορος Ὀρμενίδᾱο
267 ἐξέλετ’ Αὐτόλυκος. πυκινὸν δόμον ἀντιτορήσᾱς·
268 Σκάνδειαν δ’ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι·
269 Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι·
270 αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι·
271 δὴ τότ’ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα· {200|201}
272 τὼ δ’ ἐπεὶ οὖν ὅπλοισιν ἐνὶ δεινοῖσιν ἐδύτην.
273 βάν ῥ’ ἰ̈έναι· λιπέτην δὲ κατ’ αὐτόθι πάντας ἀρίστους·
274 τοῖσι δὲ δεξιὸν ῆκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο
275 Παλλὰς Ἀθηναίη. τοὶ δ` οὐκ ἴ̈δον ὀφθαλμοῖσι
276 νύκτα δι’ ὀρφναίην. ἀλλὰ κλάγξαντος ἄκουσαν·
277 χαῖρε δὲ τῷ ὄρνιθ’ Ὀδυσεύς, ἠρᾶτο δ’ Ἀθήνῃ·
278 κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ
279 ἐν πάντεσσι πόνοισι παρίστασαι. οὐδέ σε λήθω
280 κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη·
281 δὸς δὲ πάλιν ἐπὶ νῆας. ἐϋκλεῖᾰς ἐφικέσθαι
282 ῥέξαντας μέγα ἔργον. ὅ κεν Τρώεσσι μελήσει·
283 δεύτερος αὖτ’ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
284 κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·
285 σπεῖό μοι. ὡς ὅτε πατρὶ ἅμ’ ἕσπεο Τυδέϊ δίῳ
286 ἐς Θήβας. ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ῄει·
287 τοὺς δ’ ὰρ ἐπ’ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιοὺς
288 αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι
289 κεῖσ’. ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα·
290 σὺν σοὶ δῖα θεὰ· ὅτε, οἱ, πρόφρασσα παρέστης·
291 ὡς νῦν μοι ἐθέλουσα παρίστασο. καί με φύλασσε·
292 σοὶ δ’ αὖ ἐγὼ ῥέξω βοῦν ῆνῐν, εὐρυμέτωπον.
293 ἀδμήτην. ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
294 τήν τοι ἐγὼ ῥέξω. χρυσὸν κέρασιν περιχεύας·
295 ὡς ἔφαν εὐχόμενοι. τῶν δ’ ἔκλυε Παλλὰς Ἀθήνη·
296 οἱ δ’ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο·
297 βάν ῥ’ ΐμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν.
298 ἀμ φόνον. ἀν νέκυας. διά τ’ ἔντεα καὶ μέλαν αἷμα·
299 οὐδε μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
300 εὕδειν, ἀλλ`’ ἄμυδις κικλῄσκετο πάντας ἀρίστους·
301 ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·
302 τοὺς ὅ γε συγκαλέσας. πυκινὴν ἠρτύνετο βουλήν·
303 τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειεν
304 δώρῳ ἐπὶ μεγάλῳ· μισθὸς δέ οἱ άρκιος ἔσται·
305 δώσω γὰρ δίφρόν τε, δύω τ’ ἐριαύχενας ἵ̈ππους
306 οἵ κεν ἀριστεύωσι θοῇς ἐπι νηυσὶν Ἀχαιῶν.
307 ὅς τίς κεν τλαίῃ· οἵ τ’ αὐτῷ κῦδος ἄροιτο.
308 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν. ἔκ τε πυθέσθαι
309 ἠὲ, φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ.
310 ἢ, ἤδη χείρεσσιν ὑφ’ ἡμετέρῃσι δαμέντες
311 φύξιν βουλεύουσι μετα σφίσιν. οὐδ’ ἐθέλουσι
312 νύκτα φυλασσέμεναι· καμάτῳ αδηκότες αἰνῷ· {201|202}
313 ὡς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
314 ἦν δέ τις ἐν Τρώεσσι Δόλων. Εὐμήδεος υἱὸς
315 κήρυκος θείοιο. πολύχρυσος. πολύχαλκος·
316 ὃς δή τοι εἶδος μὲν ἔην κακὸς. ἀλλὰ ποδώκης·
317 ἀυτὰρ ὃ μοῦνος ἔην μετα πέντε κασιγνήτῃσιν·
318 ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·
319 ἕκτορ’. ἒμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
320 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν. ἔκ τε πυθέσθαι·
321 ἀλλ`’ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο· καί μοι ὄμοσσον
322 ἠ μὲν τοὺς ἵ̈ππους τὲ καὶ ἅρματα ποικίλα χαλκῷ
323 δωσεμέν. οἳ φορέουσιν ἀμύμονα πηλείωνα·
324 σοὶ δ’ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι· οὐδ’ ἀπo δόξης·
325 τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς. ὄφρ’ ἂν ΐκωμαι
326 νῆ’ Ἀγαμεμνονέην. ὅθι που μέλλουσιν ἄριστοι
327 βουλὰς βουλεύειν. ἢ φευγέμεν ἠὲ μάχεσθαι·
328 ὡς φάθ’. ὁ δ’ ἐν χερσὶ σκῆπτρον λάβε. [καὶ] οἱ ὄμοσσεν·
329 ἴ̈στω νῦν Ζεὺς ἀυτὸς ἐρίγδουπος πόσις Ἥρης·
330 μὴ μὲν τοῖς ἵ̈πποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
331 Τρώων· ἀλλὰ σὲ φημὶ διαμπερὲς ἀγλαϊεῖσθαι·
332 ὡς φάτο· καί ῥ’ ἐπίορκον ἐπώμοσε, τὸ̀`ν δ’ ὀρόθυνεν·
333 ἀυτίκα δ’ ἀμφ” ὤμοισιν ἐβάλλετο καμπύλα τόξα·
334 ἕσσατο δ’ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο·
335 κρατὶ δ’ ἐπὶ, κτιδέην κυνέην· ἕλε δ’ ὀξὺν ἄκοντα·
336 βῆ δ’ ϊέναι ἐπὶ νῆας ἀπο στρατοῦ· οὐδ` ἀρ ἔμελλεν
337 ἐλθὼν ἐκ νηῶν ὰψ, Ἕκτορι μῦθον ἀποίσειν·
338 ἂλλ’ ὅτε δή ρ’ ἵππων τε καὶ ἀνδρῶν κάλλιφ’ ὅμιλον.
339 βῆ ῥ’ ἀν ὁδὸν μεμαὼς· τὸν δὲ φράσατο προσϊόντα
340 διογενὴς Ὀδυσεὺς. Διομήδεα δὲ προσέειπεν·
341 οὗτός τοι Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνὴρ·
342 οὐκ οἶδ’· ει νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν.
343 ἤ τινα συλήσων νεκύων κατατεθνειώτων·
344 ἂλλ’ ἐῶμέν μιν πρῶτα παρ’ ὲξελθεῖν πεδίοιο
345 τυτθὸν· ἔπειτα δέ κ’ ἀυτὸν ἐπαΐξαντες ἕλοιμεν
346 καρπαλίμως. εἰ δ’ ἄμμε παραφθαίῃσι πόδεσσιν.
347 ἀιεί μιν ποτὶ νῆας ἀπὸ στρατόφιν προτιειλεῖν
348 ἔγχεϊ ἐπαΐσσων. μή πως προτὶ ἄστυ ἀλύξῃ·
349 ὡς ἄρα φωνήσαντε. πὰρ’ ὲξ ὁδοῦ ἐν νεκύεσσι
350 κλινθήτην· ὁ δ’ ὰρ ὦκα παρέδραμεν ἀφραδίῃσιν·
351 ἂλλ’ ὅτε δή ῥ ἀπέην ὅσσόν τ’ ἐπὶ οῦρα πέλονται
352 ἡμιόνων αἳ γάρ τε βοῶν προφερέστεραί εἰσιν
353 ἑλκέμεναι, νειοῖο βαθείης πηκτὸν ἄροτρον. {202|203}
354 τὼ μὲν ἐπεδραμέτην· ὁ δ’ ὰρ έστη δοῦπον ἀκούσας.
355 ἔλπετο γὰρ κατὰ θυμὸν. ἀποστρέψοντας ἑταίρους
356 ἐκ Τρώων ϊέναι. πάλιν. Ἕκτορος ὀτρύναντος·
357 ἂλλ’ ὅτε δή ῥ’ ἄπεσαν δουρηνεκὲς. ἢ καὶ ἔλασσον.
358 γνῶ ῥ’ ἄνδρας δηΐους. λαιψηρὰ δὲ γούνατ’ ἐνώμα
359 φευγέμεναι. τοὶ δ’ αῖψα διώκειν ὡρμήθησαν·
360 ὡς δ’ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης·
361 ἢ κεμάδ’· ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
362 χῶρον ἀν ὑλήενθ’. ὁ δέ τε προθέῃσι μεμηκώς·
363 ὡς τὸν Τυδείδης. ἠδ`’ ὁ πτολίπορθος Ὀδυσσεὺς
364 λᾱοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί·
365 ἂλλ’ ὅτε δὴ τάχ’ ἔμελλε μιγήσεσθαι φυλάκεσσι
366 φεύγων ἐς νῆας. τότε δὴ μένος ἔμβαλ’ Ἀθήνη
367 Τυδείδῃ. ἵ̈να μή τις Ἀχαιῶν χαλκοχιτώνων
368 φθαίῃ ἐπευξάμενος βαλέειν. ὁ δὲ δεύτερος ἔλθῃ·
369 δουρὶ δ’ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
370 ἠὲ μέν’. ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σε φημὶ
371 δηρὸν ἐμῆς ἀπο χειρὸς ἀλύξειν αἰπὺν όλεθρον·
372 ῆ ῥα· καὶ ἔγχος ἀφῆκεν. ἑκὼν δ’ ἡμάρτανε φωτός·
373 δεξιτερὸν δ’ ὑπὲρ ὦμον. ἐΰξου δουρὸς ἀκωκὴ
374 ἐν γαίῃ ἐπάγη· ὁ δ’ ὰρ ἔστη. τάρβησέν τε
375 βαμβαίνων. ἄραβος δὲ διὰ στόμα γίγνετ’ ὀδόντων·
376 χλωρὸς ὑπαὶ δείους. τὼ δ’ ἀσθμαίνοντε κιχήτην·
377 χειρῶν δ’ ἁψάσθην· ὁ δὲ δακρύσας ἔπος [ηύδα]·
378 ζωγρεῖτ’, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι. ἔστι γὰρ ἔνδον
379 χαλκός τε, χρυσός τε, πολύκμητός τε σίδηρος·
380 τῶν κ’ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα·
381 εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν·
382 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
383 θάρσει· μηδέ τι τοι θάνατος καταθύμιος ἔστω·
384 ἂλλ’ άγε μοι τόδε εἰπὲ. καὶ ἀτρεκέως κατάλεξον·
385 πῇ δ’ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος
386 νύκτα δι’ ὀρφναίην· ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι
387 ἤ τινα συλήσων νεκύων κατατεθνηώτων·
388 ἤ σ’ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα
389 νῆας ἔπι γλαφυρὰς. ἤ σ’ αὐτὸν θυμὸς ἀνῆκε·
390 τὸν δ’ ἠμείβετ’ ἔπειτα Δόλων. ὑπο δ’ έτρεμε γυῖα·
391 πολλῇσίν μ’ ἄτῃσι παρεκ νόον ἤγαγεν Ἕκτωρ·
392 ὅς μοι Πηλείωνος ἀγαυοῦ μώνυχας ἵ̈ππους
393 δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ·
394 ἠνώγει δέ μ’ ϊόντα θοὴν δια νύκτα μέλαιναν {203|204}
395 ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν. έκ τε πυθέσθαι.
396 ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ
397 ἢ ἤδη χείρεσσιν ὑφ’ ἡμετέρῃσι δαμέντες
398 φύξιν βουλεύοιτε μετὰ σφίσιν· οὐδ’ ἐθέλοιτε
399 νύκτα φυλασσέμεναι. καμάτῳ ἁδηκότες αἰνῷ·
400 τὸν δ’ ἒπιμειδήσᾱς προσέφη πολύμητις Ὀδυσσεύς.
401 ῆ ρά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς
402 ἵ̈ππων Αἰακί´δαο δαί̈φρονος· οἱ δ`’ ἀλεγεινοὶ
403 ἀνδράσι γε θνητοῖσι δαμήμεναι· ἠδ’ ὀχέεσθαι
404 ἄλλω γ’. ἢ Ἀχιλῆϊ. τὸν ἀθανάτη τέκε μήτηρ·
405 ἂλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
406 ποῦ νῦν, δεῦρο κιὼν. λίπες Ἕκτορα ποιμένα λαῶν·
407 ποῦ δέ οί ἔντεα κεῖται ἀρήϊα. ποῦ δέ οἱ ἵ̈πποι.
408 πῶς δαὶ, τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναὶ.
409 ἄσσά τε μητιόωσι μετὰ σφίσιν. ἢ μεμάᾱσιν
410 αὖθι μένειν παρὰ νηυσὶν. ἀπόπροθεν. ἠὲ πόλιν δὲ
411 ὰψ ἀναχωρήσουσιν. ἐπεὶ δαμάσαντό γ’ Ἀχαιούς·
412 Τὸν δ’ αῦτε προσέειπε Δόλων Εὐμήδεος υἱός·
413 τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ’ ἀτρεκέως καταλέξω·
414 Ἕκτωρ μὲν μετὰ τοῖσιν ὅσοι βουληφόροι εἰσὶν·
415 βουλὰς βουλεύει θείου παρὰ σήματι Ί̈λου
416 νόσφιν ἀπο φλοίσβου· φυλακὰς δ’, ἃ`ς εἴρεαι ἥρως.
417 οὔ τις κεκριμένη ῥύεται στρατὸν. οὐδὲ φυλάσσει·
418 ὅσσαι γὰρ Τρώων πυρὸς ἐσχάραι· οἷσιν ἀνάγκη.
419 οἷ δ’ ἐγρηγόρθασι· φυλασσέμεναί τε κέλονται
420 ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοί τ’ ἐπίκουροι
421 εὕδουσιν. Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν.
422 οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται. οὐδε γυναῖκες·
423 Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
424 πῶς γὰρ δὴ Τρώεσσι μεμιγμένοι ἵ̈πποδάμοισιν
425 εὕδουσ’, ἦ ἀπάνευθε. δίειπέ μοι. ὄφρα δαείω·
426 Τὸν δ’ ἠμείβετ’ ἔπειτα Δόλων Εὐμήδεος υἱός·
427 τοι γὰρ ἐγώ τοι ταῦτα μάλ’ ἀτρεκέως καταλέξω·
428 πρὸς μὲν ἁλὸς. Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι.
429 καὶ Λέλεγες. καὶ Καύκωνες. [δῖοί] τε Πελασγοί·
430 πρὸς Θύμβρης δ’ ἔλαχον Λύκιοι· Μυσοί τ’ ἀγέρωχοι.
431 καὶ Φρύγες ἱ̈ππόδαμοι· καὶ Μῄονες ἱ̈πποκορυσταί·
432 ἀλλὰ τί η ⟨ἐ⟩μὲ ταῦτα διεξερέεσθε ἕκαστα.
433 εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον.
434 Θρήϊκες οἷδ’ ἀπάνευθε, νεήλυδες ἔσχατοι ἄλλων.
435 ἐν δέ σφιν Ῥῆσος βασιλεὺς. παῖς Ἠϊονῆος· {204|205}
436 τοῦ δὴ καλλίστους ἵ̈ππους ἴ̈δον. ἠδὲ μεγίστους·
437 λευκότεροι χιόνος. θείειν δ’ ἀνέμοισιν ὁμοῖοι·
438 ἅρμα δέ οἱ χρυσῷ τὲ καὶ ἀργύρῳ εὖ ἤσκηται·
439 τεύχεα δὲ. χρύσεια. πελώρια· θαῦμα ἰ̈δέσθαι
440 ἤλυθ’ ἔχων. τὰ μὲν οὔ τι κατὰθνητοῖσιν ἔοικεν
441 ἄνδρεσσιν φορέειν. ἂλλ’ ἀθανάτοισι θεοῖσιν·
442 ἂλλ’ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν·
443 ἠέ με δήσαντες λίπετ’ αὐτόθι νηλέϊ δεσμῷ.
444 ὄφρά κεν ἔλθητον. καὶ πειρηθῆτον ἐμεῖο·
445 ἤ ῥα κατ’ αῖσαν ἔειπον ἐν ὑμῖν. ἠὲ καὶ οὐκί·
446 τὸν δ’ ὰρ ὑπόδρα ἰ̈δὼν προσέφη· κρατερὸς Διομήδης·
447 μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ
448 ἐσθλά περ ἀγγείλας. ἐπεὶ ΐκεο χεῖρας ἐς ἁμάς
449 εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν. ἠὲ μεθῶμεν.
450 ἦ´ τε καὶ ὕστερον εῖσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
451 ἠὲ διοπτεύσων. ἢ ἐναντίβιον πολεμίξων·
452 εἰ δέ κ’ ἐμῇ´ς ὑπο· χερσὶ δαμεὶς. ἀπο θυμὸν ὀλέσσῃς·
453 οὐκέτ’ ἔπειτα σὺ πῆμά ποτ’ ἔσσεαι Ἀργείοισιν·
454 ῆ· καὶ ὁ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
455 ἁψάμενος. λίσσεσθαι. ὁ δ’ αὐχένα μέσσον ἔλασσε
456 φασγάνῳ ἀΐξας. ἀπο δ’ άμφω κέρσε τένοντε·
457 φθεγγομένου δ’ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη·
458 τοῦ δ’ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο·
459 καὶ λυκέην· καὶ τόξα παλίντονα. καὶ δόρυ μακρόν·
460 καὶ τά γ’ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς
461 ὑψόσ’ ἀνέσχεθε χειρὶ. καὶ εὐχόμενος. ἔπος ηύδᾱ·
462 χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ
463 πάντων ἀθανάτων ἐπιβωσόμεθ’· ἀλλὰ καὶ αὖτις
464 πέ´μψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς:
465 ὡς [ὰρ’] ἐφώνησεν· καὶ ἀπο ἕθεν ὑψόσ’ ἀείρας.
466 θῆκεν ἀνὰ μυρίκην. δέελον δ’ ἐπι σήμα τ’ ἔθηκε
467 συμμάρψας δόνακας· μυρίκης τ’ ἐριθηλέας ὄζους.
468 μὴ λάθοι αὖτις ἰ̈όντε θοὴν διὰ νύκτα μέλαιναν·
469 τὼ δὲ βάτην προτέρω διά τ’ έντεα καὶ μέλαν αἷμα·
470 αῖψα δ’ ἐπι Θρῃκῶν ἀνδρῶν τέλος ΐξον ἰ̈όντες·
471 οἱ δ’ εὗδον, καμάτῳ ἁδηκότες· έντεα δέ σφιν
472 καλὰ παρ’ αὐτοῖσι χθονὶ κέκλιτο. εὖ κατὰ κόσμον.
473 τριστοιχεί· παρὰ δέ σφιν ἑκάστῳ· δίζυγες ἵπποι·
474 Ῥῆσος δ’ ἐν μέσῳ εὗδε· πὰρ’ αὐτῷ δ’ ὠκέες ἵπποι·
475 ἐξ επιδιφριάδος πυμάτης ϊμᾶσι δέδεντο·
476 τὸν δ’ Ὀδυσεὺς προπάροιθεν ἰ̈δὼν. Διομήδει δεῖξεν· {205|206}
477 οὗτός τοι Διόμηδες ἀνήρ. οὗτοι δέ τοι ἵ̈πποι.
478 οὓς, νῶϊν. πίφραυσκε Δόλων· ὃν ἐπέφνομεν ἡμεῖς·
479 ἀλλ’ άγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τι σε χρὴ
480 ἑστάμεναι μέλεον σὺν τεύχεσιν· ἀλλὰ λύ’ ἵ̈ππους·
481 ἠὲ σύ γ’ ἄνδρας ἔναιρε. μελήσουσιν δ’ εμοὶ ἵπποι·
482 ὡς [φάτο]· τῷ δ’ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη·
483 κτεῖνε δ’ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτ’ ἀεικὴς
484 ἄορι θεινομένων. ἐρυθαίνετο δ’ αἵματι γαῖα·
485 ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν,
486 αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ·
487 ὡς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
488 ὄφρα δυώδεκ’ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς
489 ὅν τινα Τυδείδης ἄορι πλήξειε παραστὰς.
490 τὸν δ’ Ὀδυσεὺς μετόπισθε. λαβὼν ποδὸς. ἐξερύσασκε.
491 τὰ φρονέων κατὰ θυμὸν. ὅπως καλλίτριχες ἵ̈πποι
492 ῥεῖα διέλθοιεν· μὴδὲ τρομεοίατο θυμῷ
493 νεκροῖς ἀμβαίνοντες. ἀήθεσσον γὰρ ἔτ’ αὐτῶν·
494 ἂλλ’ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱὸς·
495 τὸν τρισκαιδέκατον· μελιηδέα θυμὸν ἀπηύρα
496 ἀσθμαίνοντα. κακὸν γὰρ ὄναρ κεφαλῇφιν ἐπέστη
497 τὴν νύκτ’ Οἰνείδᾱο πάϊς διὰ μῆτιν Ἀθήνης·
498 τόφρα δ’ ὰρ ὁ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵ̈ππους·
499 σὺν δ’ ῄειρεν ϊμᾶσι· καὶ ἐξήλαυνεν ὁμίλου
500 τόξῳ ἐπιπλήσσων· ἐπεὶ οὐ μάστιγα φαεινὴν
501 ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·
502 ῥοίζησεν δ’ άρα, πιφραύσκων Διομήδεϊ δίῳ·
503 αὐτὰρ ὁ μερμήριξε μένων ὅ τι κύντατον έρδοι·
504 ἢ ὅ γε δίφρον ἑλὼν, ὅθι ποικίλα τεύχε’ έκειτο·
505 ῥυμοῦ ἐξερύοι· ἦ ἐκφέροι ὑψόσ’ ἀείρᾱς·
506 ἢ έτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο·
507 ἕως ὃ ταῦθ’ ὥρμαινε κατὰ φρένα, τόφρα δ’ Ἀθήνη
508 ἐγγύθεν ἱ̈σταμένη προσέφη Διομήδεα δῖον·
509 νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ
510 νῆας επι γλαφυρὰς, μὴ καὶ πεφοβημένος ἔλθῃς
511 μή που τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος·
512 ὡς φάθ’, ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης·
513 καρπαλίμως δ’ ἵππων ἐπεβήσετο· κόψε δ’ Ὀδυσσεὺς.
514 τόξῳ. τοὶ δ’ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
515 οὐδ’ ἀλαο⟨σ⟩σκοπιὴν εἶχ’ ἀργυρότοξος Ἀπόλλων
516 ὡς ἴ̈δ’ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν.
517 τῇ κοτέων, Τρώων κατεδύσετο πουλὺν ὅμιλον· {206|207}
518 ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱ̈πποκόωντα·
519 Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὁ δ’ ἐξ ύπνου ἀνορούσας.
520 ὡς ἴ̈δε χῶρον ἐρῆμον. ὅθ’ έστασαν ὠκέες ἵπποι.
521 ἄνδράς τ’, ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν.
522 ᾤμωξέν τ’ ὰρ ἔπειτα φίλον τ’ ὀνόμηνεν ἑταῖρον·
523 Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
524 θυνόντων ἄμυδις. θηεῦντο δὲ μέρμερα ἔργα·
525 ὅσσ’ ἄνδρες ῥέξαντες, ἔβαν κοίλας ἐπὶ νῆας·
526 οἱ δ`’ ὅτε δή ῥ’ ΐκανον, ὅθι σκοπὸν Ἕκτορος ἔκταν.
527 ἔνθ’. Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος, ὠκέας ἵ̈ππους.
528 Τυδείδης δὲ χαμᾶζε θορὼν, ἔναρα βροτόεντα
529 ἐν χείρεσσ’ Ὀδυσῆϊ τίθει· ἐπεβήσετο δ’ ἵ̈ππων·
530 μάστιξεν δ’ ἵ̈ππους, τὼ δ’ οὐκ ἄκοντε πετέσθην·
532 Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε. φώνησέν τε·
533 ὦ φίλοι· Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες·
534 ψεύσομαι. ἢ έτυμόν τοι ἐρέω, κέλεται δέ με θυμός·
535 ἵ̈ππων μ’ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει·
536 αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὁ κρατερὸς Διομήδης·
537 ὧδ’ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵ̈ππους·
538 ἂλλ’ αἰνῶς δείδοικα κατα φρένα μή τι πάθωσιν
539 Ἀργείων οἱ ἄριστοι ὑπο Τρώων ὀρυμαγδοῦ·
540 οὔ πω πᾶν εἴρητο ἔπος. ὅτ’ ἂρ ἤλυθον αὐτοί·
541 καί ῥ’ οἱ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
542 δεξιῇ ἠσπάζοντο· ἔπεσσί τε μειλιχίοισι·
543 πρῶτος δ’ ἐξερέεινε Γερήνιος ἱ̈ππότα Νέστωρ·
544 εἰπ’ άγε μ’ ὦ πολύαιν’ Ὀδυσεῦ. μέγα κῦδος Ἀχαιῶν.
545 ὅππως τοῦσδ’ ἵ̈ππους λάβετον. καταδύντες ὅμιλον
546 Τρώων. ἤ τί⟨ς⟩ σφωε, πόρεν θεὸς ἀντιβολήσας·
547 αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο·
548 αἰεὶ μὲν Τρώεσσ’ ἐπιμίσγομαι, οὐδε τί φημὶ
549 μιμνάζειν παρα νηυσὶ. γέρων περ ἐὼν πολεμιστὴς.
550 ἂλλ’ οὔ πω τοίους ἵππους ἴ̈δον οὐδ’ ἐνόησα·
551 ἀλλά τιν’ ὔμμ’ ὀίω δόμεναι θεὸν ἀντιάσαντα·
552 ἀμφοτέρω [γὰρ] σφῶϊ φιλεῖ, νεφεληγερέτα Ζεὺς.
553 κούρη τ’ αἰγιόχοιο Διὸς, γλαυκῶπις Ἀθήνη·
554 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
555 ὦ Νέστορ, Νηληάδη μέγα κῦδος Ἀχαιῶν.
556 ῥεῖα θεός γ’ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
557 ἵ̈ππους δωρήσαιτ’. ἐπεὶ ῆ πολὺ φέρτεροί εἰσιν·
558 ἵπποι δ’ οἵδε γεραιὲ, νεήλυδες. οὓς ἐρεείνεις,
559 Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτ’· ἀγαθὸς Διομήδης {207|208}
560 ἔκτανε, πὰρ δ’ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους·
561 τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν·
562 τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο.
563 Ἕκτωρ τὲ προέηκε. καὶ ἄλλοι Τρῶες ἀγαυοί·
564 ὡς εἰπὼν. τάφροιο διήλασε μώνυχας ἵ̈ππους
565 καγχαλόων; ἅμα δ’ ἄλλοι ΐσαν χαίροντες Ἀχαιοί·
566 οἱ δ`’ ὅτε Τυδείδεω κλισίην εὔτυκτον ἵ̈κοντο.
567 ἵ̈ππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱ̈μᾶσι
568 φάτνῃ ἐφ’ ἱ̈ππείῃ ὅθι περ Διομήδεος ἵ̈πποι
569 έστασαν ὠκύποδες. μελιηδέα πυρὸν ἔδοντες·
570 νηῒ δ’ ἐνι πρυμνῇ έναρα βροτόεντα Δόλωνος
571 θῆκ’ Ὀδυσεὺς. ὄφρ’ ϊρὸν ἑτοιμασσαίατ’ Ἀθήνη·
572 αὐτοὶ δ’ ϊδρῶ πολλὸν ἀπ⟨ο⟩νίζοντο θαλάσσῃ
573 ἐσβάντες. κνήμᾱς τε. ἰ̈δὲ λόφον. ἀμφί τε μηρούς·
574 αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης, ἱδρῶ πολλὸν
575 νίψεν ἀπο χρωτὸς. καὶ ἀνέψυχθεν φίλον ῆτορ.
576 ἔς ῥ’ ἀσαμίνθους βάντες ἐϋξέστας. λούσαντο·
577 τὼ δὲ λοεσσαμένω· καὶ ἀλειψαμένω λίπ’ ἐλαίῳ.
578 δείπνῳ ἐφιζανέτην· ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
579 πλείου ἀφυσσόμενοι. λεῖβον μελιηδέα οἶνον ⁑
Commentary
349a ἐλθόντες δ’ ἑκάτερθε παρὲξ ὁδοῦ ἐν νεκύεσσι
350 κλινθήτην